Ancient Greek · ~7 min
Book 2, ΠΕΡΙ ΤΟΥ ΕΙ ΠΟΙΕΙ ΤΑ ΑΣΤΡΑ.
Plotinus, Enneades 2.7-2
Not analysed yet
ἀλλ̓ εἰ σημαίνουσιν οὗτοι τὰ ἐσόμενα, ὥσπερ φαμὲν πολλὰ καὶ ἄλλα σημαντικὰ εἶναι τῶν ἐσομένων, τί ἂν τὸ ποιοῦν εἴη; καὶ ἡ τάξις πῶς; οὐ γὰρ ἂν ἐσημαίνετο τεταγμένως μὴ ἑκάστων γινομένων. ἔστω τοίνυν ὥσπερ γράμματα ἐν οὐρανῷ γραφόμενα ἀεὶ ἢ γεγραμμένα καὶ κινούμενα, ποιοῦντα μέντοι ἔργον καὶ ἄλλο: ἐπακολουθείτω δὲ τῷδε ἡ παῤ αὐτῶν σημασία, ὡς ἀπὸ μιᾶς ἀρχῆς ἐν ἑνὶ ζῴῳ παῤ ἄλλου μέρους ἄλλο ἄν τις μάθοι. καὶ γὰρ καὶ ἦθος ἄν τις γνοίη εἰς ὀφθαλμούς τινος ἰδὼν ἤ τι ἄλλο μέρος τοῦ σώματος καὶ κινδύνους καὶ σωτηρίας. καὶ οὖν μέρη μὲν ἐκεῖνα, μέρη δὲ καὶ ἡμεῖς: ἄλλα οὖν ἄλλοις. μεστὰ δὲ πάντα σημείων καὶ σοφός τις ὁ μαθὼν ἐξ ἄλλου ἄλλο. πολλὰ δὲ ἤδη συνηθείᾳ γιγνόμενα γινώσκεται πᾶσι. τίς οὖν ἡ σύνταξις ἡ μία; οὕτω γὰρ καὶ τὸ κατὰ τοὺς ὄρνεις εὔλογον καὶ τὰ ἄλλα ζῷα, ἀφ̓ ὧν σημαινόμεθα ἕκαστα. συνηρτῆσθαι δὴ δεῖ ἀλλήλοις τὰ πάντα, καὶ μὴ μόνον ἐν ἑνὶ τῶν καθ̓ ἕκαστα τοῦ εὖ εἰρομένου σύμπνοια μία, ἀλλὰ πολὺ μᾶλλον καὶ πρότερον ἐν τῷ παντί: καὶ μίαν ἀρχὴν ἓν πολύζῳον ποιῆσαι καὶ ἐκ πάντων ἕν, καὶ ὡς ἐν ἑνὶ ἑκάστῳ τὰ μέρη ἕν τι ἔργον ἕκαστον εἴληφεν, οὕτω καὶ τὰ ἐν τῷ παντὶ ἕκαστα ἔργα ἕκαστον ἔχειν καὶ μᾶλλον ἢ ταῦτα, ὅσον μὴ μόνον μέρη, ἀλλὰ καὶ ὅλα καὶ μείζω. πρόεισι μὲν δὴ ἕκαστον ἀπὸ μιᾶς τὸ αὑτοῦ πρᾶττον, συμβάλλει δὲ ἄλλο ἄλλῳ: οὐ γὰρ ἀπήλλακται τοῦ ὅλου: καὶ δὴ καὶ ποιεῖ καὶ πάσχει ὑπ’ ἄλλων καὶ ἄλλο αὖ προσῆλθε καὶ ἐλύπησεν ἢ ἧσε. πρόεισι δὲ οὐκ εἰκῇ οὐδὲ κατ̓ ἐπιτυχίαν: καὶ γὰρ ἄλλο τι καὶ ἐκ τούτων καὶ ἐφεξῆς κατὰ φύσιν ἄλλο.