Ancient Greek · ~8 min
Book 3, ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ.
Plotinus, Enneades 3.1
Not analysed yet
Ἅπαντα τὰ γινόμενα καὶ τὰ ὄντα ἤτοι κατ̓ αἰτίας γίνεται καὶ ἔστι, ἢ ἄνευ αἰτίας ἄμφω: ἢ τὰ μὲν ἄνευ αἰτίας, τὰ δὲ μετ̓ αἰτίας ἐν ἀμφοτέροις: ἢ τὰ μὲν γιγνόμενα μετ̓ αἰτίας πάντα, τὰ δὲ ὄντα τὰ μέν ἐστιν αὐτῶν μετ̓ αἰτίας, τὰ δὲ ἄνευ αἰτίας, ἢ οὐδὲν μετ̓ αἰτίας: ἢ ἀνάπαλιν τὰ μὲν ὄντα μετ̓ αἰτίας πάντα, τὰ δὲ γιγνόμενα τὰ μὲν οὕτως, τὰ δὲ ἐκείνως, ἢ οὐδὲν αὐτῶν μετ̓ αἰτίας. ἐπὶ μὲν οὖν τῶν ἀιδίων τὰ μὲν πρῶτα εἰς ἄλλα αἴτια ἀνάγειν οὐχ οἷόν τε πρῶτα ὄντα: ὅσα δὲ ἐκ τῶν πρώτων ἤρτηται, ἐξ ἐκείνων τὸ εἶναι ἐχέτω. τάς τε ἐνεργείας ἑκάστων ἀποδιδούς τις ἐπὶ τὰς οὐσίας ἀναγέτω: τοῦτο γάρ ἐστι τὸ εἶναι αὐτῶν, τὸ τοιάνδε ἐνέργειαν ἀποδιδόναι. περὶ δὲ τῶν γιγνομένων ἢ ὄντων μὲν ἀεί, οὐ τὴν αὐτὴν δὲ ἐνέργειαν ποιουμένων ἀεὶ κατ̓ αἰτίας ἅπαντα λεκτέον γίνεσθαι, τὸ δὲ ἀναίτιον οὐ παραδεκτέον, οὔτε παρεγκλίσεσι κεναῖς χώραν διδόντα οὔτε κινήσει σωμάτων τῇ ἐξαίφνης, ἣ οὐδενὸς προηγησαμένου ὑπέστη, οὔτε ψυχῆς ὁρμῇ ἐμπλήκτῳ μηδενὸς κινήσαντος αὐτὴν εἰς τό τι πρᾶξαι ὧν πρότερον οὐκ ἐποίει. ἢ αὐτῷ γε τούτῳ μείζων ἄν τις ἔχοι αὐτὴν ἀνάγκη τῷ μὴ αὑτῆς εἶναι, φέρεσθαι δὲ τὰς τοιαύτας φορὰς ἀβουλήτους τε καὶ ἀναιτίους οὔσας. ἢ γὰρ τὸ βουλητόν —τοῦτο δὲ ἢ ἔξω ἢ εἴσω —ἢ τὸ ἐπιθυμητὸν ἐκίνησεν: ἤ, εἰ μηδὲν ὀρεκτὸν ἐκίνησεν, οὐδ̓ ἂν ὅλως ἐκινήθη. γιγνομένων δὲ πάντων κατ̓ αἰτίας τὰς μὲν προσεχεῖς ἑκάστῳ ῥᾴδιον λαβεῖν καὶ εἰς ταύτας ἀνάγειν: οἷον τοῦ βαδίσαι εἰς ἀγορὰν τὸ οἰηθῆναι δεῖν τινα ἰδεῖν ἢ χρέος ἀπολαβεῖν καὶ ὅλως τὸ τάδε ἢ τάδε ἑλέσθαι καὶ ὁρμῆσαι, ἔπειτα δὲ τὸ φανῆναι ἑκάστῳ ταδὶ ποιεῖν. καὶ τὰ μὲν ἐπὶ τὰς τέχνας ἀνάγειν τοῦ ὑγιάσαι ἡ ἰατρικὴ καὶ ὁ ἰατρός. καὶ τοῦ πλουτῆσαι θησαυρὸς εὑρεθεὶς ἢ δόσις παρά του ἢ ἐκ πόνων ἢ τέχνης χρηματίσασθαι, καὶ τοῦ τέκνου ὁ πατὴρ καὶ εἴ τι συνεργὸν ἔξωθεν εἰς παιδοποιίαν ἄλλο παῤ ἄλλου ἧκον. οἷον σιτία τοιάδε ἢ καὶ ὀλίγῳ προσώτερα εὔροια εἰς παιδοποιίαν ἢ γυνὴ ἐπιτήδειος εἰς τόκους. καὶ ὅλως εἰς φύσιν.