Ancient Greek · ~7 min
Book 3, ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 3.1-3
Not analysed yet
Τί τοίνυν δοκεῖ περὶ τούτων; ἢ καὶ τὰ πονηρὰ καὶ τὰ χρηστὰ λόγος περιείληφεν ὁ πᾶς, οὗ μέρη καὶ ταῦτα: οὐ γὰρ ὁ πᾶς λόγος γεννᾷ ταῦτα, ἀλλ̓ ὁ πᾶς ἐστι μετὰ τούτων. ψυχῆς γάρ τινος πάσης ἐνέργεια οἱ λόγοι, τῶν δὲ μερῶν τὰ μέρη: μιᾶς δὲ διάφορα ἐχούσης μέρη ἀνὰ λόγον καὶ οἱ λόγοι, ὥστε καὶ τὰ ἔργα ἔσχατα ὄντα γεννήματα. σύμφωνοι δὲ αἵ τε ψυχαὶ πρὸς ἀλλήλας τά τε ἔργα: σύμφωνα δὲ οὕτως, ὡς ἓν ἐξ αὐτῶν, καὶ εἰ ἐξ ἐναντίων. ἐκ γὰρ ἑνός τινος ὁρμηθέντα πάντα εἰς ἓν συνέρχεται φύσεως ἀνάγκῃ, ὥστε καὶ διάφορα ἐκφύντα καὶ ἐναντία γενόμενα τῷ ἐξ ἑνὸς εἶναι συνέλκεται ὅμως εἰς σύνταξιν μίαν. ὥσπερ γὰρ καὶ ἐφ̓ ἑκάστων ζῴων: ἓν ἵππων γένος, κἂν μάχωνται κἂν δάκνωσιν ἀλλήλους κἂν φιλονεικῶσι κἂν ζήλῳ θυμῶνται, καὶ τὰ ἄλλα καθ̓ ἓν γένη ὡσαύτως: καὶ δὴ οὕτω καὶ ἀνθρώπους θετέον. συναπτέον τοίνυν αὖ πάλιν πάντα τὰ εἴδη ταῦτα εἰς ἓν τὸ ζῴων γένος: εἶτα καὶ τὰ μὴ ζῷα κατ̓ εἴδη αὖ: εἶτα εἰς ἓν τὸ μὴ ζῷον: εἶτα ὁμοῦ, εἰ βούλει, εἰς τὸ εἶναι: εἶτα εἰς τὸ παρέχον τὸ εἶναι. καὶ πάλιν ἐπὶ τούτῳ ἐκδήσας κατάβαινε διαιρῶν καὶ σκιδνάμενον τὸ ἓν ὁρῶν τῷ ἐπὶ πάντα φθάνειν καὶ ὁμοῦ περιλαμβάνειν ἐν συντάξει μιᾷ, ὡς διακεκριμένον ἓν εἶναι ζῷον πολὺ ἑκάστου πράττοντος τῶν ἐν αὐτῷ τὸ κατὰ φύσιν τὴν ἑαυτοῦ ἐν αὐτῷ τῷ ὅλῳ ὅμως ὄντος, οἷον πυρὸς μὲν καίοντος, ἵππου τὰ ἵππου ἔργα: ἄνθρωποι δὲ τὰ αὑτῶν ἕκαστοι ᾗ πεφύκασι καὶ διάφορα οἱ διάφοροι. καὶ ἕπεται κατὰ τὰς φύσεις καὶ τὰ ἔργα καὶ τῷ ζῆν τὸ εὖ καὶ τὸ κακῶς.