Ancient Greek · ~3 min
Book 3, ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ.
Plotinus, Enneades 3.10
Not analysed yet
τέλος δή φησιν ὁ λόγος πάντα μὲν σημαίνεσθαι καὶ γίγνεσθαι κατ̓ αἰτίας μέν, διττὰς δὲ ταύτας: καὶ τὰ μὲν ὑπὸ ψυχῆς, τὰ δὲ δἰ ἄλλας αἰτίας τὰς κύκλῳ. πραττούσας δὲ ψυχὰς ὅσα πράττουσι κατὰ μὲν λόγον ποιούσας ὀρθὸν παῤ αὑτῶν πράττειν ὅσα πράττουσι, τὰ δὲ ἄλλα ἐμποδιζομένας τὰ αὑτῶν πράττειν, πάσχειν τε μᾶλλον ἢ πράττειν. ὥστε τοῦ μὲν μὴ φρονεῖν ἄλλα αἴτια εἶναι: καὶ ταῦτα ἴσως ὀρθὸν καθ̓ εἱμαρμένην λέγειν πράττειν, οἷς γε καὶ δοκεῖ ἔξωθεν τὴν εἱμαρμένην αἴτιον εἶναι: τὰ δὲ ἄριστα παῤ ἡμῶν. ταύτης γὰρ καὶ τῆς φύσεως ἐσμέν, ὅταν μόνοι ὦμεν: καὶ τούς γε σπουδαίους καὶ ἐπ’ αὐτοῖς τὰ καλὰ πράττειν, τοὺς δὲ ἄλλους, καθ̓ ὅσον ἄν ἀναπνεύσωσι συγχωρηθέντες τὰ καλὰ πράττειν, οὐκ ἄλλοθεν λαβόντας τὸ φρονεῖν, ὅταν φρονῶσι, μόνον δὲ οὐ κωλυθέντας.