Ancient Greek · ~3 min
Book 3, ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 3.12
Not analysed yet
εἰ μὲν οὖν αὐτὸς ὁ λόγος ἐναρμόσας ἑαυτὸν εἰς ὕλην ταῦτα εἰργάσατο τοῦτο ὢν οἷός ἐστιν, ἀνόμοιος τοῖς μέρεσιν, ἐκ τοῦ πρὸ αὐτοῦ τοῦτο ὤν, καὶ τοῦτο τὸ γενόμενον οὕτω γενόμενον οὐκ ἂν σχοίη κάλλιον ἑαυτοῦ ἄλλο. ὁ δὲ λόγος ἐκ πάντων ὁμοίων καὶ παραπλησίων οὐκ ἂν ἐγένετο, καὶ οὗτος ὁ τρόπος μεμπτὸς πάντα ὄντος κατὰ μέρος ἕκαστον ἄλλως. εἰ δὲ ἔξω ἑαυτοῦ ἄλλα εἰσήγαγεν, οἷνον φυχάς, καὶ ἐβιάσατο παρὰ τὴν αὐτῶν φύσιν ἐναρμόσας τῷ ποιήματι πρὸς τὸ χεῖρον πολλάς, πῶς ὀρθῶς; ἀλλὰ φατέον καὶ τὰς ψυχὰς οἷον μέρη αὐτοῦ εἶναι καὶ μὴ χείρους ποιοῦντα ἐναρμόττειν, ἀλλ̓ ὅπου προσῆκον αὐταῖς καταχωρίζειν κατ̓ ἀξίαν.