Ancient Greek · ~7 min
Book 3, ΠΕΡΙ ΤΗΣ ΑΠΑΘΕΙΑΣ ΤΩΝ ΑΣΩΜΑΤΩΝ.
Plotinus, Enneades 3.15
Not analysed yet
ἐπὶ μὲν οὖν τῶν τὸ πῦρ ἐξ ἡλίου περὶ αὑτὰ συναγόντων ἅτε παρὰ αἰσθητοῦ πυρὸς λαμβανόντων τὴν περὶ αὐτὰ γιγνομένην ἔξαψιν τὸ αἰσθητοῖς εἶναι καὶ αὐτοῖς ὑπάρχει: διὸ καὶ φαίνεται, ὅτι ἔξω τὰ συνιστάμενα καὶ ἐφεξῆς καὶ πλησίον καὶ ἅπτεται καὶ πέρατα δύο: ὁ δ̓ ἐπὶ τῆς ὕλης λόγος ἄλλον ἔχει τρόπον τὸ ἔξω. ἡ γὰρ ἑτερότης τῆς φύσεως ἀρκεῖ οὐδὲν πέρατος διπλοῦ δεομένη, ἀλλὰ πολὺ μᾶλλον παντὸς πέρατος ἀλλοτρία τῇ ἑτερότητι τῆς οὐσίας καὶ οὐδαμῇ συγγενείᾳ τὸ ἀμιγὲς ἔχουσα. καὶ τὸ αἴτιον τοῦ μένειν ἐφ̓ αὑτῆς τοῦτο, ὅτι οὔτε τὸ εἰσιὸν ἀπολαύει αὐτῆς, οὔτ̓ αὐτὴ τοῦ εἰσιόντος, ἀλλ̓ ὥσπερ αἱ δόξαι καὶ αἱ φαντασίαι ἐν ψυχῇ οὐ κέκρανται, ἀλλ̓ ἄπεισι πάλιν ἑκάστη ὡς οὖσα ὃ ἔστι μόνη οὐδὲν ἐφέλκουσα οὐδὲ καταλείπουσα, ὅτι μὴ ἐμέμικτο, καὶ τὸ ἔξω ,οὐχ ὅτι ἐπέκειτο, καὶ ἐφ̓ ᾧ ἐστιν οὐχ ὁράσει ἕτερον, ἀλλ̓ ὁ λόγος φησίν. ἐνταῦθα μὲν οὖν οἷον εἴδωλον ἡ φαντασία οὐκ εἰδώλου τὴν φύσιν οὔσης τῆς ψυχῆς, καίπερ πολλὰ δοκοῦσα ἄγειν καὶ ὅπῃ θέλει ἄγειν, χρῆται μὲν αὐτῇ οὐδὲν ἧττον ὡς ὕλῃ ἢ ἀνάλογον, οὐ μέντοι ἔκρυψε ταῖς παῤ αὐτῆς ἐνεργείαις πολλάκις ἐξωθουμένη οὐδὲ ἐποίησεν αὐτὴν οὐδ̓ εἰ μετὰ πάσης ἔλθοι κεκρύφθαι καὶ τοιαύτην φαντάζεσθαι: ἔχει γὰρ ἐν αὑτῇ ἐνεργείας καὶ λόγους ἐναντίους, οἷς ἀπωθεῖται τὰ προσιόντα. ἡ δὲ —ἀσθενεστέρα γάρ ἐστιν ὡς πρὸς δύναμιν πολλῷ ψυχῆς καὶ ἔχει οὐδὲν τῶν ὄντων οὔτ̓ ἀληθὲς οὔτ̓ αὖ οἰκεῖον ψεῦδος —οὐκ ἔχει δἰ ὅτου φανῇ ἐρημία πάντων οὖσα, ἀλλὰ γίνεται μὲν αἰτία ἄλλοις τοῦ φαίνεσθαι, οὐ δύναται δὲ εἰπεῖν οὐδὲ τοῦτο, ὡς ἐγὼ ἐνταῦθα. ἀλλ̓ εἴ ποτε ἐξεύροι αὐτὴν λόγος βαθύς τις ἐξ ἄλλων ὄντων, ὡς ἄρα ἐστί τι ἀπολελειμμένον πάντων τῶν ὄντων καὶ τῶν ὕστερον δοξάντων εἶναι, ἑλκόμενον εἰς πάντα καὶ ἀκολουθοῦν ὡς δόξαι καὶ αὖ οὐκ ἀκολουθοῦν.