Ancient Greek · ~10 min
Book 3, ΠΕΡΙ ΑΙΩΝΟΣ ΚΑΙ ΧΡΟΝΟΥ
Plotinus, Enneades 3.3-7
Not analysed yet
τί ἂν οὖν εἴη τοῦτο, καθ̓ ὃ τὸν κόσμον πάντα τὸν ἐκεῖ αἰώνιον λέγομεν καὶ ἀίδιον εἶναι, καὶ τί ἡ ἀιδιότης, εἴτε ταὐτὸν καὶ ἡ αὐτὴ τῷ αἰῶνι, εἴτε κατ̓ αὐτὴν ὁ αἰών; ἀλλὰ γὰρ καθ̓ ἕν τι δεῖ, ἀλλὰ ἐκ πολλῶν συνηθροισμένην τινὰ νόησιν ἢ καὶ φύσιν εἴτ̓ ἐπακολουθοῦσαν τοῖς ἐκεῖ εἴτε συνοῦσαν εἴτ̓ ἐνορωμένην πάντα δὴ ταῦτα ἐκείνην μίαν μὲν εἶναι, πολλὰ δὲ δυναμένην καὶ πολλὰ οὖσαν. καὶ ὅ γε τὴν πολλὴν δύναμιν εἰσαθρήσας κατὰ μὲν τοδὶ τὸ οἷον ὑποκείμενον λέγει οὐσίαν, εἶτα κίνησιν τοῦτο, καθ̓ ὃ ζωὴν ὁρᾷ, εἶτα στάσιν τὸ πάντη ὡσαύτως, θάτερον δὲ καὶ ταὐτόν, ᾗ ταῦτα ὁμοῦ ἕν. οὕτω δὴ καὶ συνθεὶς πάλιν αὖ εἰς ἓν ὁμοῦ εἶναι ζωὴν μόνην ἐν τούτοις τὴν ἑτερότητα συστείλας καὶ τῆς ἐνεργείας τὸ ἄπαυστον καὶ τὸ ταὐτὸν καὶ οὐδέποτε ἄλλο καὶ οὐκ ἐξ ἄλλου εἰς ἄλλο νόησιν ἢ ζωήν, ἀλλὰ τὸ ὡσαύτως καὶ ἀεὶ ἀδιαστάτως, ταῦτα πάντα ἰδὼν αἰῶνα εἶδεν ἰδὼν ζωὴν μένουσαν ἐν τῷ αὐτῷ ἀεὶ παρὸν τὸ πᾶν ἔχουσαν, ἀλλ̓ οὐ νῦν μὲν τόδε, αὖθις δ̓ ἕτερον, ἀλλ̓ ἅμα τὰ πάντα, καὶ οὐ νῦν μὲν ἕτερα, αὖθις δ̓ ἕτερα, ἀλλὰ τέλος ἀμερές, οἷον ἐν σημείῳ ὁμοῦ πάντων ὄντων καὶ οὔποτε εἰς ῥύσιν προιόντων, ἀλλὰ μένοντος ἐν τῷ αὐτῷ ἐν αὑτῷ καὶ οὐ μὴ μεταβάλλοντος, ὄντος δὲ ἐν τῷ παρόντι ἀεί, ὅτι οὐδὲν αὐτοῦ παρῆλθεν οὐδ̓ αὖ γενήσεται, ἀλλὰ τοῦθ̓ ὅπερ ἔστι, τοῦτο καὶ ἀεὶ ὄντος: ὥστε εἶναι τὸν αἰῶνα οὐ τὸ ὑποκείμενον, ἀλλὰ τὸ ἐξ αὐτοῦ τοῦ ὑποκειμένου οἷον ἐκλάμπον κατὰ τὴν ἣν ἐπαγγέλλεται περὶ τοῦ μὴ μέλλοντος, ἀλλὰ ἤδη ὄντος, ταυτότητα, ὡς ἄρα οὕτω καὶ οὐκ ἄλλως. τί γὰρ ἂν καὶ ὕστερον αὐτῷ γένοιτο, ὃ μὴ νῦν ἔχει; μηδ̓ αὖ ὕστερον ἐσομένου, ὃ μὴ ἔστιν ἤδη. οὔτε γὰρ ἔστιν, ἀφ̓ οὗ εἰς τὸ νῦν ἥξει: ἐκεῖνο γὰρ ἦν οὐκ ἄλλο, ἀλλὰ τοῦτο: οὔτε μέλλοντος ἔσεσθαι, ὃ μὴ νῦν ἔχει, ἐξ ἀνάγκης οὔτε τὸ ἦν ἕξει περὶ αὑτόν: τί γὰρ ἔστιν, ὃ ἦν αὐτῷ καὶ παρελήλυθεν; οὔτε τὸ ἔσται: τί γὰρ ἔσται αὐτῷ; λείπεται δὴ ἐν τῷ εἶναι τοῦτο ὅπερ ἔστιν εἶναι. ὃ οὖν μήτε ἦν, μήτε ἔσται, ἀλλ̓ ἔστι μόνον, τοῦτο ἑστὼς ἔχον τὸ εἶναι τῷ μὴ μεταβάλλειν εἰς τὸ ἔσται μηδ̓ αὖ μεταβεβληκέναι ἐστὶν ὁ αἰών. γίνεται τοίνυν ἡ περὶ τὸ ὂν ἐν τῷ εἶναι ζωὴ ὁμοῦ πᾶσα καὶ πλήρης ἀδιάστατος πανταχῇ τοῦτο, ὃ δὴ ζητοῦμεν, αἰών.