Ancient Greek · ~6 min
Book 3, ΠΕΡΙ ΦΥΣΕΩΣ ΚΑΙ ΘΕΩΡΙΑΣ ΚΑΙ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 3.3-8
Not analysed yet
πῶς οὖν ποιῶν καὶ οὕτως ποιῶν θεωρίας τινὸς ἂν ἐφάπτοιτο; ἤ, εἰ μένων ποιεῖ καὶ ἐν αὑτῷ μένων ἐστὶ λόγος, εἴη ἂν αὐτὸς θεωρία. ἡ μὲν γὰρ πρᾶξις γένοιτ̓ ἂν κατὰ λόγον ἑτέρα οὖσα δηλονότι τοῦ λόγου: ὁ μέντοι λόγος καὶ αὐτὸς συνὼν τῇ πράξει καὶ ἐπιστατῶν οὐκ ἂν εἴη πρᾶξις. εἰ οὖν μὴ πρᾶξις ἀλλὰ λόγος, θεωρία: καὶ ἐπὶ παντὸς λόγου ὁ μὲν ἔσχατος ἐκ θεωρίας καὶ θεωρία οὕτως ὡς τεθεωρημένος, ὁ δὲ πρὸ τούτου πᾶς ὁ μὲν ἄλλος ἄλλως, ὁ μὴ ὡς φύσις ἀλλὰ ψυχή, ὁ δ̓ ἐν τῇ φύσει καὶ ἡ φύσις. ἆρά γε καὶ αὐτὸς ἐκ θεωρίας; πάντως μὴν ἐκ θεωρίας: ἀλλ̓ εἰ καὶ αὐτὸς τεθεωρηκὼς αὑτόν; ἢ πῶς; ἔστι μὲν γὰρ ἀποτέλεσμα θεωρίας καὶ θεωρήσαντός τινος. πῶς δὲ αὐτὴ ἔχει θεωρίαν; τὴν μὲν δὴ ἐκ λόγου οὐκ ἔχει: λέγω δ̓ ἐκ λόγου τὸ σκοπεῖσθαι περὶ τῶν ἐν αὑτῇ. διὰ τί οὖν ζωή τις οὖσα καὶ λόγος καὶ δύναμις ποιοῦσα; ἆῤ ὅτι τὸ σκοπεῖσθαί ἐστι τὸ μήπω ἔχειν; εἰ δὲ ἔχει, καὶ διὰ τοῦτο ὅτι ἔχει καὶ ποιεῖ. τὸ οὖν εἶναι αὐτῇ ὃ ἔστι τοῦτό ἐστι τὸ ποιεῖν αὐτῇ: ἔστι δὲ θεωρία καὶ θεώρημα, λόγος γάρ. τῷ οὖν εἶναι θεωρία καὶ θεώρημα καὶ λόγος τούτῳ καὶ ποιεῖ ᾗ ταῦτά ἐστιν. ἡ ποίησις ἄρα θεωρία ἡμῖν ἀναπέφανται: ἔστι γὰρ ἀποτέλεσμα θεωρίας μενούσης θεωρίας οὐκ ἄλλο τι πραξάσης, ἀλλὰ τῷ εἶναι θεωρία ποιησάσης.