Ancient Greek · ~5 min
Book 3, ΠΕΡΙ ΤΗΣ ΑΠΑΘΕΙΑΣ ΤΩΝ ΑΣΩΜΑΤΩΝ.
Plotinus, Enneades 3.8-3
Not analysed yet
ὅλως δὲ τὸ πάσχον δεῖ τοιοῦτον εἶναι οἷον εν ταῖς ἐναντίαις εἶναι δυνάμεσι καὶ ποιότησι τῶν ἐπεισιόντων καὶ τὸ πάσχειν ἐμποιούντων. τῷ γὰρ ἐνόντι θερμῷ ἡ ἀλλοίωσις παρὰ τοῦ ψύχοντος καὶ τῷ ἐνόντι ὑγρῷ ἡ ἀλλοίωσις παρὰ τοῦ ξηραίνοντος, καὶ ἠλλοιῶσθαι λέγομεν τὸ ὑποκείμενον, ὅταν ἐκ θερμοῦ ψυχρὸν ἢ ἐκ ξηροῦ ὑγρὸν γένηται. μαρτυρεῖ δὲ καὶ ἡ λεγομένη πυρὸς φθορὰ μεταβολῆς γενομένης εἰς στοιχεῖον ἄλλο: τὸ γὰρ πῦρ ἐφθάρη, φαμέν, οὐχ ἡ ὕλη: ὥστε καὶ τὰ πάθη περὶ τοῦτο, περὶ ὃ καὶ ἡ φθορα: ὁδὸς γὰρ εἰς φθορὰν ἡ παραδοχὴ τοῦ πάθους: καὶ τούτῳ τὸ φθείρεσθαι, ᾧ καὶ τὸ πάσχειν. τὴν δὲ ὕλην φθείρεσθαι οὐχ οἷόν τε: εἰς τί γὰρ καὶ πῶς; πῶς οὖν λαβοῦσα ἐν αὑτῇ θερμότητας, ψυχρότητας, μυρίας καὶ ἀπείρους ὅλως ποιότητας καὶ ταύταις διαληφθεῖσα καὶ οἷον συμφύτους αὐτὰς ἔχουσα καὶ συγκεκραμένας ἀλλήλαις, οὐ γὰρ ἕκαστα χωρίς, αὐτὴ δὲ ἐν μέσῳ ἀποληφθεῖσα πασχουσῶν τῶν ποιοτήτων ἐν τῇ πρὸς ἀλλήλας ἀπ̓ ἀλλήλων μίξει οὐχὶ συμπάσχει καὶ αὐτή; εἰ μὴ ἄρα ἔξω τις αὐτὴν θήσεται αὐτῶν παντάπασιν: ἐν ὑποκειμένῳ δὲ πᾶν οὕτω πάρεστι τῷ ὑποκειμένῳ, ὡς αὐτῷ τι παῤ αὑτοῦ διδόναι.