Ancient Greek · ~9 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 4.1-3
Not analysed yet
Τί οὖν ἐρεῖ, καὶ τίνων τὴν μνήμην ἕξει ψυχὴ ἐν τῷ νοητῷ καὶ ἐπὶ τῆς οὐσίας ἐκείνης γενομένη; ἢ ἀκόλουθον εἰπεῖν ἐκεῖνα θεωρεῖν καὶ περὶ ἐκεῖνα ἐνεργεῖν, ἐν οἷς ἔστιν, ἢ μηδὲ ἐκεῖ εἶναι. τῶν οὖν ἐνταῦθα οὐδέν, οἷον ὅτι ἐφιλοσόφησε, καὶ δὴ καὶ ὅτι ἐνταῦθα οὖσα ἐθεᾶτο τὰ ἐκεῖ. ἀλλ̓ εἰ μὴ ἔστιν, ὅτε τις ἐπιβάλλει τινὶ τῇ νοήσει, ἄλλο τι ποιεῖν ἢ νοεῖν κἀκεῖνο θεωρεῖν, καὶ ἐν τῇ νοήσει οὐκ ἔστιν ἐμπεριεχόμενον τὸ ἐνενοήκειν, ἀλλ̓ ὕστερόν τις ἂν τοῦτ̓ εἰ ἔτυχεν, εἴποι: τοῦτο δὲ ἤδη μεταβάλλοντος: οὐκ ἂν εἴη ἐν τῷ νοητῷ καθαρῶς ὄντα μνήμην ἔχειν τῶν τῇδέ ποτε αὐτῷ τινι γεγενημένων. εἰ δὲ καί, ὥσπερ δοκεῖ, ἄχρονος πᾶσα ἡ νόησις, ἐν αἰῶνι, ἀλλ̓ οὐκ ἐν χρόνῳ ὄντων τῶν ἐκεῖ, ἀδύνατον μνήμην εἶναι ἐκεῖ οὐχ ὅτι τῶν ἐνταῦθα, ἀλλὰ καὶ ὅλως ὁτουοῦν. ἀλλ̓ ἔστιν ἕκαστον παρόν: ἐπεὶ οὐδὲ διέξοδος οὐδὲ μετάβασις ἀφ̓ ἑτέρου ἐπ’ ἄλλο. τί οὖν; οὐκ ἔσται διαίρεσις ἄνωθεν εἰς εἴδη, ἢ κάτωθεν ἐπὶ τὸ καθόλου καὶ τὸ ἄνω; τῷ μὲν γὰρ ἄνω μὴ ἔστω ἐνεργείᾳ ὁμοῦ ὄντι, τῇ δὲ ψυχῇ ἐκεῖ οὔσῃ διὰ τί οὐκ ἔσται; τί οὖν κωλύει καὶ ταύτῃ τὴν ἐπιβολὴν ἀθρόαν ἀθρόων γίνεσθαι; ἆῤ οὖν ῶς τινος ὁμοῦ; ἢ ὡς πολλῶν ὁμοῦ πάσας νοήσεις. τοῦ γὰρ θεάματος ὄντος ποικίλου ποικίλην καὶ πολλὴν τὴν νόησιν ἅμα γίνεσθαι καὶ πολλὰς τὰς νοήσεις, οἷον αἰσθήσεις πολλὰς προσώπου ὀφθαλμῶν ἅμα ὁρωμένων καὶ ῥινὸς καὶ τῶν ἄλλων. ἀλλ̓ ὅταν ἕν τι διαιρῇ καὶ ἀναπτύσσῃ; ἢ ἐν τῷ νῷ διῄρηται: καὶ τὸ τοιοῦτον οἷον ἐναπέρεισις μᾶλλον. τὸ δὲ πρῶτον καὶ τὸ ὕστερον ἐν τοῖς εἴδεσιν οὐ χρόνῳ ὂν οὐδὲ τὴν νόησιν τοῦ προτέρου καὶ ὑστέρου χρόνῳ ποιήσει: ἔστι γὰρ καὶ τάξει, οἱονεὶ φυτοῦ ἡ τάξις ἐκ ῥιζῶν ἀρξαμένη ἕως εἰς τὸ ἄνω τῷ θεωμένῳ οὐκ ἔχει ἄλλως ἢ τάξει τὸ πρότερον καὶ τὸ ὕστερον ἅμα τὸ πᾶν θεωμένῳ. ἀλλ̓ ὅταν εἰς ἓν βλέπῃ, εἶτα πολλὰ καὶ πάντα ἔχῃ, πῶς τὸ μὲν πρῶτον ἔσχε, τὰ δὲ ἐφεξῆς; ἢ ἡ δύναμις ἡ μία οὕτως ἦν μία, ὡς πολλὰ ἐν ἄλλῳ, καὶ οὐ κατὰ μίαν νόησιν πάντα. αἱ γὰρ ἐνέργειαι οὐ καθ̓ ἕνα, ἀλλ̓ ἀεὶ πᾶσαι δυνάμει ἑστώσῃ: ἐν δὲ τοῖς ἄλλοις γινομένων. ἤδη γὰρ ἐκεῖνο ὡς μὴ ἓν ὂν δυνηθῆναι τὴν τῶν πολλῶν ἐν αὑτῷ φύσιν δέξασθαι πρότερον οὐκ ὄντων.