Ancient Greek · ~10 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 4.10
Not analysed yet
οὕτω δὴ ἀκούσαντας χρὴ πάλιν ἐπὶ τὸ ἀεὶ οὕτως ἐλθόντας ὁμοῦ λαβεῖν πάντα ὄντα: οἷον τὸν ἀέρα, τὸ φῶς, τὸν ἥλιον, ἢ τὴν σελήνην καὶ πάλιν τὸ φῶς καὶ τὸν ἀέρα ὁμοῦ πάντα, τάξιν δὲ πρώτων καὶ δευτέρων καὶ τρίτων ἔχοντα, καὶ ἐνταῦθα ψυχὴν ἀεὶ ἑστῶσαν, εἶτα πρῶτα καὶ τὰ ἐφεξῆς, ὡς πυρὸς ἔσχατα εἰς ὕστερον τοῦ πρώτου ἐκ τοῦ ἐσχάτου νοουμένου πυρὸς σκιᾶς, εἶτα ἐπιφωτιζομένου ἅμα καὶ τούτου, ὥστε οἷον εἶδος ἐπιθεῖν τῷ ὑποβληθέντι πρώτῳ γενομένῳ παντάπασιν ἀμυδρῷ. ἐκοσμεῖτο δὲ κατὰ λόγον ψυχῆς δυνάμει ἐχούσης ἐν αὑτῇ δἰ ὅλης δύναμιν κατὰ λόγους κοσμεῖν: οἷα καὶ οἱ ἐν σπέρμασι λόγοι πλάττουσι καὶ μορφοῦσι τὰ ζῷα οἷον μικρούς τινας κόσμους. ὅ τι γὰρ ἂν ἐφάψηται ψυχῆς, οὕτω ποιεῖται, ὡς ἔχει φύσεως ψυχῆς ἡ οὐσία: ἡ δὲ ποιεῖ οὐκ ἐπακτῷ γνώμῃ οὐδὲ βουλὴν ἢ σκέψιν ἀναμείνασα: οὕτω γὰρ ἂν οὐ κατὰ φύσιν, ἀλλὰ κατ̓ ἐπακτὸν τέχνην ἂν ποιοῖ. τέχνη γὰρ ὑστέρα αὐτῆς καὶ μιμεῖται ἀμυδρὰ καὶ ἀσθενῆ ποιοῦσα μιμήματα, παίγνια ἄττα καὶ οὐ πολλοῦ ἄξια, μηχαναῖς πολλαῖς εἰς εἰδώλων φύσιν προσχρωμένη. ἡ δὲ οὐσίας δυνάμει κυρία σωμάτων εἰς τὸ γενέσθαι τε καὶ οὕτως ἔχειν, ὡς αὐτὴ ἄγει, οὐ δυναμένων τῶν ἐξ ἀρχῆς ἐναντιοῦσθαι τῇ αὐτῆς βουλήσει. ἐν γὰρ τοῖς ὑστέροις ἄλληλα ἐμποδίζοντα πολλάκις ἀποστερεῖται τοῦ τυχεῖν μορφῆς τῆς οἰκείας, ἣν ὁ λόγος ὁ ἐν σμικρῷ θέλει: ἐκεῖ δὲ γινομένης καὶ τῆς ὅλης μορφῆς ὑπ’ αὐτῆς καὶ τάξιν τῶν γενομένων ἅμα ἐχόντων ἀπόνως τὸ γινόμενον καὶ ἀνεμποδίστως καλόν ἐστι. κατεσκευάσατο δὲ ἐν αὐτῷ τὰ μὲν θεῶν ἀγάλματα, τὰ δὲ ἀνθρώπων οἰκήματα, τὰ δὲ ἄλλα ἄλλοις. τί γὰρ ἔδει γίνεσθαι παρὰ ψυχῆς, ἢ ὧν τὴν δύναμιν εἰς τὸ ποιεῖν ἔχει; πυρὸς μὲν γὰρ θερμὰ ποιεῖν, καὶ τὸ ψύχειν ἄλλου, ψυχῆς δὲ τὸ μὲν ἐξ αὐτῆς εἰς ἄλλο, τὸ δὲ ἐν αὐτῇ. τοῖς μὲν γὰρ ἀψύχοις τὸ μὲν ἐξ αὐτῶν οἷον εὕδει κείμενον ἐν αὐτοῖς, τὸ δὲ εἰς ἄλλο ὁμοιῶσαι πρὸς αὑτὸ τὸ παθεῖν δυνάμενον. καὶ κοινὸν δὴ τοῦτο παντὶ τῷ ὄντι εἰς ὁμοίωσιν ἑαυτῷ ἄγειν: ψυχῆς δὲ ἔργον καὶ τὸ ἐν αὐτῇ ἐγρηγορός τι καὶ τὸ εἰς ἄλλο ὡσαύτως. ζῆν οὖν καὶ τὰ ἄλλα ποιεῖ, ὅσα μὴ ζῇ παῤ αὑτῶν, καὶ τοιαύτην ζωήν, καθ̓ ἣν αὐτὴ ζῇ. ζῶσα οὖν ἐν λόγῳ λόγον δίδωσι τῷ σώματι, εἴδωλον οὗ ἔχει —καὶ γὰρ καὶ εἴδωλον ζωῆς, ὅσον δίδωσι τῷ σώματι —καὶ μορφὰς σωμάτων, ὧν τοὺς λόγους ἔχει: ἔχει δὲ καὶ θεῶν καὶ πάντων. διὸ πάντα καὶ ὁ κόσμος ἔχει.