Ancient Greek · ~7 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 4.16-2
Not analysed yet
ἀλλ̓ εἰ ἐν αὐτῇ τόδε μετὰ τόδε, καὶ τὸ πρότερον καὶ τὸ ὕστερον τῶν ποιουμένων, καὶ εἰ ἐν χρόνῳ αὐτὴ ποιεῖ, νεύει καὶ πρὸς τὸ μέλλον: εἰ δὲ τοῦτο, καὶ πρὸς τὸ παρεληλυθός. ἢ ἐν τοῖς ποιουμένοις τὸ πρότερον καὶ παρεληλυθός, ἐν αὐτῇ δὲ οὐδὲν παρεληλυθός, ἀλλὰ πάντες οἱ λόγοι ἅμα, ὥσπερ εἴρηται. ἐν δὲ τοῖς ποιουμένοις τὸ οὐχ ἅμα, ἐπεὶ οὐδὲ τὸ ὁμοῦ, καίτοι ἐν τοῖς λόγοις τὸ ὁμοῦ, οἷον χεῖρες καὶ πόδες οἱ ἐν λόγῳ: ἐν δὲ τοῖς αἰσθητοῖς χωρίς. καίτοι κἀκεῖ ἄλλον τρόπον τὸ χωρίς: ὥστε καὶ τὸ πρότερον ἄλλον τρόπον. ἢ τὸ μὲν χωρὶς εἴποι ἄν τις ἑτερότητι: τὸ δὲ πρότερον πῶς, εἰ μὴ ἐπιστατοῖ τὸ τάττον; ἐπιστατοῦν δὲ ἐρεῖ τὸ τόδε μετὰ τόδε: διὰ τί γὰρ οὐχ ἅμα πάντα ἔσται; ἢ εἰ μὲν ἄλλο τὸ τάττον καὶ ἡ τάξις, οὕτως ὡς οἷον λέγειν: εἰ δὲ τὸ ἐπιστατοῦν ἡ πρώτη τάξις, οὐκέτι λέγει, ἀλλὰ ποιεῖ μόνον τόδε μετὰ τόδε. εἰ γὰρ λέγει, εἰς τάξιν βλέπον λέγει: ὥστε ἕτερον τῆς τάξεως ἔσται. πῶς οὖν ταὐτόν; ὅτι μὴ ὕλη καὶ εἶδος τὸ τάττον, ἀλλ̓ εἶδος μόνον καὶ δύναμις καὶ ἐνέργεια δευτέρα μετὰ νοῦν ἐστι ψυχή: τὸ δὲ τόδε μετὰ τόδε ἐν τοῖς πράγμασιν οὐ δυναμένοις ἅμα πάντα. σεμνὸν γάρ τι καὶ ἡ ψυχὴ ἡ τοιαύτη, οἷον κύκλος προσαρμόττων κέντρῳ εὐθὺς μετὰ κέντρον αὐξηθείς, διάστημα ἀδιάστατον. οὕτω γὰρ ἔχει ἕκαστα: εἰ τἀγαθόν τις κατὰ κέντρον τάξειε, τὸν νοῦν κατὰ κύκλον ἀκίνητον, ψυχὴν δὲ κατὰ κύκλον κινούμενον ἂν τάξειε, κινούμενον δὲ τῇ ἐφέσει. νοῦς γὰρ εὐθὺς καὶ ἔχει καὶ περιείληφεν, ἡ δὲ ψυχὴ τοῦ ἐπέκεινα ὄντος ἐφίεται. ἡ δὲ τοῦ παντὸς σφαῖρα τὴν ψυχὴν ἐκείνως ἐφιεμένην ἔχουσα ᾗ πέφυκεν ἐφίεσθαι κινεῖται. πέφυκε δὲ ᾗ σῶμα τοῦ οὗ ἐστιν ἔξω ἐφίεσθαι: τοῦτο δὲ περιπτύξασθαι καὶ περιελθεῖν πάντη ἑαυτῷ. καὶ κύκλῳ ἄρα.