Ancient Greek · ~5 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 4.18
Not analysed yet
πότερα δὲ λογισμῷ ψυχὴ χρῆται πρὶν ἐλθεῖν καὶ πάλιν αὖ ἐξελθοῦσα; ἢ ἐνταῦθα ὁ λογισμὸς ἐγγίνεται ἐν ἀπόρῳ ἤδη οὔσης καὶ φροντίδος πληρουμένης καὶ μᾶλλον ἀσθενούσης: ἐλάττωσις γὰρ νοῦ εἰς αὐτάρκειαν τὸ λογισμοῦ δεῖσθαι: ὥσπερ καὶ ἐν ταῖς τέχναις ὁ λογισμὸς ἀποροῦσι τοῖς τεχνίταις, ὅταν δὲ μὴ χαλεπὸν ᾖ, κρατεῖ καὶ ἐργάζεται ἡ τέχνη. ἀλλ̓ εἰ ἐκεῖ ἄνευ λογισμῶν, πῶς ἂν ἔτι λογικαὶ εἶεν; ἢ ὅτι δύνανται, εἴποι τις ἄν, ὅταν περιστάσεως ἀπορῶσι, διασκοπῆσαι. δεῖ δὲ τὸν λογισμὸν λαβεῖν τὸν τοιοῦτον: ἐπεὶ εἴ τις λογισμὸν λαμβάνει τὴν ἐκ νοῦ ἀεὶ γινομένην καὶ οὖσαν ἐν αὐταῖς διάθεσιν καὶ ἐνέργειαν ἑστῶσαν καὶ οἷον ἔμφασιν οὖσαν, εἶεν ἂν κἀκεῖ λογισμῷ χρώμεναι. οὐδὲ δὴ φωναῖς, οἶμαι, χρῆσθαι νομιστέον ἐν μὲν τῷ νοητῷ οὔσας, σώματα δ̓ ἐχούσας ἐν οὐρανῷ. καὶ πάμπαν ὅσα μὲν διὰ χρείας ἢ δἰ ἀμφισβητήσεις διαλέγονται ἐνταῦθα, ἐκεῖ οὐκ ἂν εἴη, ποιοῦσαι δὲ ἐν τάξει καὶ κατὰ φύσιν ἕκαστα οὐδ̓ ἂν ἐπιτάττοιεν οὐδ̓ ἂν συμβουλεύοιεν, γινώσκοιεν δ̓ ἂν καὶ τὰ παῤ ἀλλήλων ἐν συνέσει. ἐπεὶ καὶ ἐνταῦθα πολλὰ σιωπώντων γινώσκομεν δἰ ὀμμάτων: ἐκεῖ δὲ καθαρὸν πᾶν σῶμα καὶ οἷον ὀφθαλμὸς ἕκαστος καὶ οὐδὲν δὲ κρυπτὸν οὐδὲ πεπλασμένον, ἀλλὰ πρὶν εἰπεῖν ἄλλῳ ἰδὼν ἐκεῖνος ἔγνω. περὶ δὲ δαιμόνων καὶ ψυχῶν ἐν ἀέρι φωνῇ χρῆσθαι οὐκ ἄτοπον: ζῷα γὰρ τοιάδε.