Ancient Greek · ~5 min
Book 4, ΠΕΡΙ ΑΙΣΘΗΣΕΩΣ ΚΑΙ ΜΝΗΜΗΣ.
Plotinus, Enneades 4.2-2
Not analysed yet
εἰ οὖν μὴ οὕτως, τίς ὁ τρόπος; ἢ λέγει περὶ ὦν οὐκ ἔχει: τοῦτο γὰρ δυνάμεως, οὐ τὸ παθεῖν τι, ἀλλὰ τὸ δυνηθῆναι καὶ ἐφ̓ ᾧ τέτακται ἐργάσασθαι. οὕτως γὰρ ἄν, οἶμαι, καὶ διακριθείη τῇ ψυχῇ καὶ τὸ ὁρατὸν καὶ τὸ ἀκουστόν, οὐκ εἰ τύποι ἄμφω, ἀλλ̓ εἰ μὴ τύποι, μηδὲ πείσεις, ἀλλ̓ ἐνέργειαι περὶ ὃ ἔνεισι πεφύκασιν. ἡμεῖς δὲ ἀπιστοῦντες, μὴ οὐ δύνηται, ἐὰν μὴ πληγῇ, τὸ αὑτῆς γινώσκειν δύναμις ἑκάστη, πάσχειν, ἀλλ̓ οὐ γινώσκειν τὸ ἐγγὺς ποιοῦμεν, οὗ κρατεῖν δέδοται, ἀλλ̓ οὐ κρατεῖσθαι. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπ’ ἀκοῆς δεῖ νομίζειν γίνεσθαι: τὸν μὲν τύπον εἶναι ἐν τῷ ἀέρι πληγήν τινα οὖσαν διηρθρωμένην, οἷον γραμμάτων ἐγγεγραμμένων ὑπὸ τοῦ τὴν φωνὴν πεποιηκότος, τὴν μέντοι δύναμιν καὶ τὴν τῆς ψυχῆς οὐσίαν οἷον ἀναγνῶναι τοὺς τύπους ἐν τῷ ἀέρι γεγραμμένους, ἐλθόντας πλησίον, εἰς ὃ ἐλθόντες πεφύκασιν ὁρᾶσθαι. γεύσεως δὲ καὶ ὀσφρήσεως τὰ μὲν πάθη, τὰ δ̓ ὅσα αἰσθήσεις αὐτῶν καὶ κρίσεις, τῶν παθῶν εἰσι γνώσεις ἄλλαι τῶν παθῶν οὖσαι. τῶν δὲ νοητῶν ἡ γνῶσις ἀπαθὴς καὶ ἀτύπωτός ἐστι μᾶλλον —ἀνάπαλιν γὰρ ἔσωθεν οἷον προπίπτει, τὰ δὲ ἔξωθεν θεωρεῖται: καὶ ἔστιν ἐκεῖνα μᾶλλον ἐνέργειαι καὶ κυριώτεραι —αὐτῆς γὰρ καὶ ἔστιν αὐτὴ ἐνεργοῦσα ἕκαστον. πότερα δὲ αὑτὴν μὲν ἡ ψυχὴ δύο καὶ ὡς ἕτερον ὁρᾷ, νοῦν δὲ ἓν καὶ ἄμφω τὰ δύο ἕν, ἐν ἄλλοις.