Ancient Greek · ~4 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 4.31
Not analysed yet
ἀλλ̓ εἰ τοῦ φανταστικοῦ ἡ μνήμη, ἑκατέρα δὲ ἡ ψυχὴ μνημονεύειν εἴρηται, δύο τὰ φανταστικά. χωρὶς μὲν οὖν οὖσαι ἐχέτωσαν ἑκατέρα, ἐν δὲ τῷ αὐτῷ παῤ ἡμῖν πῶς τὰ δύο καὶ τίνι αὐτῶν ἐγγίνεται; εἰ μὲν γὰρ ἀμφοτέραις, διτταὶ ἀεὶ αἱ φαντασίαι: οὐ γὰρ δὴ τὸ μὲν τῆς ἑτέρας τῶν νοητῶν, τὸ δὲ τῶν αἰσθητῶν: οὕτω γὰρ ἂν παντάπασι δύο ζῷα οὐδὲν ἔχοντα κοινὸν πρὸς ἄλληλα ἔσται. εἰ οὖν ἀμφοτέραις, τίς ἡ διαφορά; εἶτα πῶς οὐ γινώσκομεν; ἢ ὅταν μὲν συμφωνῇ ἡ ἑτέρα τῇ ἑτέρᾳ, οὐκ ὄντων οὐδὲ χωρὶς τῶν φανταστικῶν, κρατοῦντος δὲ τοῦ τῆς κρείττονος, ἓν τὸ φάντασμα γίνεται, οἷον παρακολουθούσης σκιᾶς τῷ ἑτέρῳ, καὶ ὑποτρέχοντος οἷον σμικροῦ φωτὸς μείζονι: ὅταν δὲ μάχη ᾖ καὶ διαφωνία, ἐκφανὴς ἐφ̓ ἑαυτῆς καὶ ἡ ἑτέρα γίνεται: λανθάνει δὲ ἐν ἑτέρῳ, ὅτι καὶ ὅλως τὸ διττὸν τῶν ψυχῶν λανθάνει. εἰς ἓν γὰρ ἦλθον ἄμφω καὶ ἐποχεῖται ἡ ἑτέρα. ἑώρα οὖν ἡ ἑτέρα πάντα καὶ τὰ μὲν ἔχει ἐξελθοῦσα, τὰ δ̓ ἀφίησι τῶν τῆς ἑτέρας: οἷον ἑταίρων ὁμιλίας φαυλοτέρων λαβόντες ποτὲ ἄλλους ἀλλαξάμενοι ὀλίγα τῶν ἐκείνων μεμνήμεθα, χρηστοτέρων δὲ γεγενημένων πλείω.