Ancient Greek · ~6 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 4.37
Not analysed yet
οὐδὲν οὖν τῷ παντὶ ἀπόβλητον αὐτοῦ: ἐπεὶ καὶ πῦρ καὶ ὅσα τῶν τοιούτων λέγομεν ποιεῖν, εἴ τις τὸ ποιεῖν αὐτῶν ζητήσειε τί ποτέ ἐστι τῶν νῦν δοκούντων εἰδέναι, ἀπορήσειεν ἄν, εἰ μὴ δύναμιν ταύτην αὐτῷ ἀποδοίη ἐν τῷ παντὶ εἶναι, καὶ τοῖς ἄλλοις δὲ τὸ τοιοῦτον τοῖς ἐν χρήσει λέγοι. ἀλλ̓ ἡμεῖς τὰ μὲν συνήθη οὔτ̓ ἀξιοῦμεν ζητεῖν οὔτ̓ ἀπιστοῦμεν, περὶ δὲ τῶν ἄλλων τῶν ἔξω τοῦ συνήθους δυνάμεων ἀπιστοῦμέν τε ὡς ἔχει ἕκαστον, καὶ τῷ ἀσυνήθει τὸ θαυμάζειν προστίθεμεν θαυμάσαντες ἂν καὶ ταῦτα, εἰ ἀπείροις αὐτῶν οὖσιν ἕκαστόν τις προφέρων ἐξηγοῖτο αὐτῶν τὰς δυνάμεις. ἔχειν μὲν οὖν ἕκαστον δύναμίν τινα ἀνάλογον φατέον ἐν τῷ παντὶ πλασθὲν καὶ μορφωθὲν καὶ μετειληφός πως ψυχῆς παρὰ τοῦ ὅλου ὄντος ἐμψύχου καὶ περιειλημμένον ὑπὸ τοιούτου καὶ μόριον ὂν ἐμψύχου —οὐδὲν γὰρ ἐν αὐτῷ ὅ τι μὴ μέρος —ἄλλα δὲ ἄλλων πρὸς τὸ δρᾶν δυνατώτερα, καὶ τῶν ἐπὶ γῆς τὰ τῶν οὐρανίων μᾶλλον, ἅτε ἐναργεστέρᾳ φύσει χρώμενα, καὶ γίνεσθαι πολλὰ κατὰ τὰς δυνάμεις ταύτας, οὐ τῇ προαιρέσει ἀφ̓ ὧν δοκεῖ ἰέναι τὸ δρώμενον: ἔστι γὰρ καὶ ἐν τοῖς προαίρεσιν οὐκ ἔχουσιν: οὐδὲ ἐπιστραφέντων τῇ δόσει τῆς δυνάμεως, κἂν ψυχῆς τι ἀπ̓ αὐτῶν ἴῃ. γένοιτο γὰρ ἂν καὶ ζῷα ἐκ ζῴου οὐ τῆς προαιρέσεως ποιούσης οὐδ̓ αὖ ἐλαττουμένου οὐδ̓ αὖ παρακολουθοῦντος: αὐτὸ γὰρ ἦν ἡ προαίρεσις, εἰ ἔχοι, ἢ οὐκ ἦν ἡ ποιοῦσα. εἰ δὲ μὴ ἔχοι τι προαίρεσιν ζῷον, ἔτι μᾶλλον τὸ μὴ παρακολουθεῖν.