Ancient Greek · ~5 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 4.4-2
Not analysed yet
ἐκεῖ μὲν οὖν καὶ τἀγαθὸν διὰ νοῦ ὁρᾷ, οὐ γὰρ στέγεται ἐκεῖνο, ὥστε μὴ διελθεῖν εἰς αὐτήν: ἐπεὶ μὴ σῶμα τὸ μεταξὺ ὥστε ἐμποδίζειν: καίτοι καὶ σωμάτων μεταξὺ πολλαχῇ εἰς τὰ τρίτα ἀπὸ τῶν πρώτων ἡ ἄφιξις. εἰ δὲ πρὸς τὰ κάτω δοίη αὑτήν, ἀναλόγως τῇ μνήμῃ καὶ τῇ φαντασίᾳ ἔχει ὃ ἠθέλησε. διὸ ἡ μνήμη, καὶ ὅταν τῶν ἀρίστων ᾖ, οὐκ ἄριστον. δεῖ δὲ τὴν μνήμην λαμβάνειν οὐ μόνον ἐν τῷ οἷον αἰσθάνεσθαι ὅτι μνημονεύει, ἀλλὰ καὶ ὅταν διακέηται κατὰ τὰ πρόσθεν παθήματα ἢ θεάματα. γένοιτο γὰρ ἂν καὶ μὴ παρακολουθοῦντα, ὅτι ἔχει, ἔχειν παῤ αὑτῷ ἰσχυροτέρως ἢ εἰ εἰδείη. εἰδὼς μὲν γὰρ τάχα ἂν ὡς ἄλλο ἔχοι ἄλλος αὐτὸς ὤν, ἀγνοῶν δὲ ὅτι ἔχει κινδυνεύει εἶναι ὃ ἔχει: ὃ δὴ πάθημα μᾶλλον πεσεῖν ποιεῖ τὴν ψυχήν. ἀλλ̓ ἀφισταμένη τοῦ ἐκεῖ τόπου ἀναφέρει τὰς μνήμας, ὁπωσοῦν εἶχε κἀκεῖ: ἡ δὲ ἐνέργεια ἐκείνων ἠφάνιζε τὴν μνήμην. οὐ γὰρ ὡς κείμενοι ἦσαν τύποι, ἵνα ἂν ἦν ἴσως ἄτοπον τὸ συμβαῖνον, ἀλλ̓ ἡ δύναμις ἦν ἡ ἀφεθεῖσα ὕστερον εἰς ἐνέργειαν. παυσαμένης οὖν τῆς ἐν τῷ νοητῷ ἐνεργείας εἶδεν, ἃ πρότερον ἡ ψυχὴ πρὶν ἐκεῖ γενέσθαι ἰδοῦσα ἦν.