Ancient Greek · ~7 min
Book 4, ΠΕΡΙ ΤΟΥ ΕΙ ΠΑΣΑΙ ΑΙ ΨΥΧΑΙ ΜΙΑ.
Plotinus, Enneades 4.5-5
Not analysed yet
πῶς οὖν οὐσία μία ἐν πολλαῖς; ἢ γὰρ ἡ μία ἐν πᾶσιν ὅλη, ἢ ἀπὸ ὅλης καὶ μιᾶς αἱ πολλαὶ ἐκείνης μενούσης. ἐκείνη μὲν οὖν μία, αἱ δὲ πολλαὶ εἰς ταύτην ὡς μίαν δοῦσαν ἑαυτὴν εἰς πλῆθος καὶ οὐ δοῦσαν: ἱκανὴ γὰρ πᾶσι παρασχεῖν ἑαυτὴν καὶ μένειν μία: δύεται γὰρ εἰς πάντα ἅμα καὶ ἑκάστου οὐκ ἀποτέτμηται πάντη. τὸ αὐτὸ οὖν ἐν πολλοῖς. μὴ δή τις ἀπιστείτω: καὶ γὰρ ἡ ἐπιστήμη ὅλη καὶ τὰ μέρη αὐτῆς ὡς μένειν τὴν ὅλην καὶ ἀπ̓ αὐτῆς τὰ μέρη: καὶ τὸ σπέρμα ὅλον καὶ ἀπ̓ αὐτοῦ τὰ μέρη, ἐν οἷς πέφυκε μερίζεσθαι, καὶ ἕκαστον ὅλον καὶ μένει ὅλον οὐκ ἠλαττωμένον τὸ ὅλον: ἡ δ̓ ὕλη ἐμέρισε: καὶ πάντα ἕν. ἀλλ̓ ἐν τῇ ἐπιστήμῃ, εἴποι τις ἄν, τὸ μέρος οὐχ ὅλον. ἢ κἀκεῖ ἐνεργείᾳ μὲν μέρος τὸ προχειρισθὲν οὗ χρεία καὶ τοῦτο προτέτακται, ἕπεται μέντοι καὶ τὰ ἄλλα δυνάμει λανθάνοντα καὶ ἔστι πάντα ἐν τῷ μέρει: καὶ ἴσως ταύτῃ ἡ ὅλη λέγεται, τὸ δὲ μέρος. ἐκεῖ μὲν οἷον ἐνεργείᾳ ἅμα πάντα. ἕτοιμον οὖν ἕκαστον, ὃ προχειρίσασθαι θέλεις. ἐν δὲ τῷ μέρει τὸ ἕτοιμον. ἐνδυναμοῦται δὲ οἷον πλησιάσαν τῷ ὅλῳ. ἔρημον δὲ τῶν ἄλλων θεωρημάτων οὐ δεῖ νομίζειν. εἰ δὲ μή, ἔσται οὐκέτι τεχνικὸν οὐδὲ ἐπιστημονικόν, ἀλλ̓ ὥσπερ ἂν καὶ εἰ παῖς λέγοι. εἰ οὖν ἐπιστημονικόν, ἔχει δυνάμει καὶ τὰ πάντα. ἐπιστήσας γοῦν ὁ ἐπιστήμων ἐπάγει τὰ ἄλλα οἷον ἀκολουθίᾳ: καὶ ὁ γεωμέτρης δὲ ἐν τῇ ἀναλύσει δηλοῖ, ὡς τὸ ἓν ἔχει τὰ πρὸ αὐτοῦ πάντα, δἰ ὧν ἡ ἀνάλυσις, καὶ τὰ ἐφεξῆς δέ, ἃ ἐξ αὐτοῦ γεννᾶται. ἀλλὰ ταῦτα διὰ τὴν ἡμετέραν ἀσθένειαν ἀπιστεῖται, καὶ διὰ τὸ σῶμα ἐπισκοτεῖται: ἐκεῖ δὲ φανὰ πάντα καὶ ἕκαστον.