Ancient Greek · ~8 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 4.6
Not analysed yet
διὰ τί δὲ ἡ μὲν τοῦ παντὸς ψυχὴ ὁμοειδὴς οὖσα πεποίηκε κόσμον, ἡ δὲ ἑκάστου οὔ, ἔχουσα καὶ αὐτὴ πάντα ἐν ἑαυτῇ; τὸ γὰρ δύνασθαι ἐν πολλοῖς γίνεσθαι ἅμα καὶ εἶναι εἴρηται: νῦν δὲ λεκτέον, ; τάχα γὰρ καὶ πῶς ταὐτὸν ἐν ἄλλῳ καὶ ἄλλῳ τὸ μὲν τοδί, τὸ δὲ τοδὶ ποιεῖ ἢ πάσχει ἢ ἄμφω γνωσθήσεται: ἢ καθ̓ αὑτό γε τοῦτο ἐπισκεπτέον. πῶς οὖν καὶ διὰ τί κόσμον πεποίηκεν, αἱ δὲ μέρος τι τοῦ κόσμου διοικοῦσιν; ἢ θαυμαστὸν οὐδὲν τοὺς τὴν αὐτὴν ἐπιστήμην ἔχοντας τοὺς μὲν πλειόνων, τοὺς δὲ ἐλαττόνων ἄρχειν. ἀλλὰ διὰ τί εἰπεῖν ἂν ἔχοι τις. ἀλλ̓ ἔστιν, εἴποι τις ἄν, καὶ ψυχῶν διαφορὰ ᾗ μᾶλλον, καθὸ ἡ μὲν οὐκ ἀπέστη τῆς ὅλης, ἀλλ̓ ἔσχεν ἐκεῖ οὖσα περὶ αὑτὴν τὸ σῶμα, αἱ δὲ ἤδη ὄντος οἷον ἀδελφῆς ψυχῆς ἀρχούσης μοίρας διέλαχον, οἷον προπαρασκευασάσης ταύτης αὐταῖς οἰκήσεις. ἔστι δὲ καὶ τὴν μὲν πρὸς τὸν ὅλον νοῦν ἰδεῖν, τὰς δὲ μᾶλλον πρὸς τοὺς αὑτῶν τοὺς ἐν μέρει. τάχα δ̓ ἂν καὶ αὗται δύναιντο ποιεῖν, τῆς δὲ ποιησάσης οὐκέτι οἷόν τε καὶ αὐταῖς, πρώτης ἐκείνης ἀρξάσης. τὸ δ̓ αὐτὸ ἄν τις ἠπόρησε, καὶ εἰ ἡτισοῦν καὶ ἄλλη πρώτη κατεῖχε. βέλτιον δὲ λέγειν τῷ ἐξηρτῆσθαι μᾶλλον τῶν ἄνω: τῶν γὰρ ἐκεῖ νενευκότων ἡ δύναμις μείζων. σώζουσαι γὰρ αὑτὰς ἐπ’ ἀσφαλοῦς ἐκ τοῦ ῥᾴστου ποιοῦσι —δυνάμεως γὰρ μείζονος μὴ πάσχειν ἐν οἷς ποιεῖ —ἡ δὲ δύναμις ἐκ τοῦ ἄνω μένει. μένουσα οὖν ἐν αὑτῇ ποιεῖ προσιόντων, αἱ δὲ αὐταὶ προσῆλθον. ἀπέστησαν οὖν εἰς βάθος. ἢ πολὺ αὐτῶν καθελκυσθὲν συνεφειλκύσατο καὶ αὐτὰς ταῖς γνώμαις εἰς τὸ κάτω ἰέναι. τὸ γὰρ δευτέρας καὶ τρίτας τῷ ἐγγύθεν καὶ τῷ πορρώτερον ὑπονοητέον εἰρῆσθαι, ὥσπερ καὶ παῤ ἡμῖν οὐχ ὁμοίως πάσαις ψυχαῖς ὑπάρχει τὰ πρὸς τὰ ἐκεῖ, ἀλλ̓ οἱ μὲν ἑνοῖντο ἄν, οἱ δὲ ἐπιβάλλοιεν ἂν ἐγγὺς ἐφιέμενοι, τοῖς δὲ ἧττον ἂν ἔχοι τοῦτο, καθ̓ ὃ ταῖς δυνάμεσιν οὐ ταῖς αὐταῖς ἐνεργοῦσιν, ἀλλ̓ οἱ μὲν τῇ πρώτῃ, οἱ δὲ τῇ μετ̓ ἐκείνην, οἱ δὲ τῇ τρίτῃ, ἁπάντων τὰς πάσας ἐχόντων.