Ancient Greek · ~10 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΤΡΙΤΟΝ Η ΠΕΡΙ ΟΨΕΩΣ.
Plotinus, Enneades 4.6-3
Not analysed yet
εἰ δὲ καὶ τὸ φῶς γένοιτο ἂν μὴ ὄντος ἀέρος, οἷον ἡλίου ἐν ἐπιφανείᾳ τῶν σωμάτων ἐπιλάμποντος, τοῦ μεταξὺ ὄντος κενοῦ καὶ νῦν κατὰ συμβεβηκός, ὅτι πάρεστι, φωτιζομένου; ἀλλ̓ εἰ δἰ αὐτὸν παθόντα καὶ τὰ ἄλλα, καὶ τὴν ὑπόστασιν εἶναι τῷ φωτὶ διὰ τὸν ἀέρα: πάθημα γὰρ αὐτοῦ εἶναι: μὴ ἂν οὖν ἔσεσθαι τὸ πάθημα μὴ ὄντος τοῦ πεισομένου. ἢ πρῶτον μὲν οὐκ αὐτοῦ πρώτως οὐδ̓ ᾗ αὐτός. ἔστι γὰρ καὶ αὐτοῦ ἑκάστου σώματος πυρίνου καὶ λαμπροῦ: καὶ δὴ καὶ λίθων τοιούτων φωτεινὴ χρόα. ἀλλὰ τὸ εἰς ἄλλο ἀπὸ τοῦ ἔχοντος χρόαν τοιαύτην ἰὸν ἆρα ἂν εἴη μὴ ὄντος ἐκείνου; ἀλλ̓ εἰ μὲν ποιότης μόνον καί τινος ποιότης, ἐν ὑποκειμένῳ οὔσης πάσης ποιότητος ἀνάγκη καὶ τὸ φῶς ζητεῖν ἐν ᾧ ἔσται σώματι: εἰ δὲ ἐνέργεια ἀπ̓ ἄλλου, διὰ τί οὐκ ὄντος ἐφεξῆς σώματος, ἀλλὰ οἷον κενοῦ μεταξύ, εἴπερ οἷόν τε, οὐκ ἔσται καὶ ἐπιβαλεῖ καὶ εἰς τὸ ἐπέκεινα; ἀτενὲς γὰρ ὂν διὰ τί οὐ περάσει οὐκ ἐποχούμενον; εἰ δὲ δὴ καὶ τοιοῦτον οἷον πεσεῖν, καταφερόμενον ἔσται: οὐ γὰρ δὴ ὁ ἀὴρ οὐδ̓ ὅλως τὸ φωτιζόμενον ἔσται τόδε ἕλκον ἀπὸ τοῦ φωτίζοντος καὶ βιαζόμενον προελθεῖν: ἐπεὶ οὐδὲ συμβεβηκός, ὥστε πάντως ἐπ’ ἄλλῳ, ἢ πάθημα ἄλλου, ὥστε δεῖν εἶναι τὸ πεισόμενον: ἢ ἔδει μένειν ἐληλυθότος: νῦν δὲ ἄπεισιν: ὥστε καὶ ἔλθοι ἄν. ποῦ οὖν; ἢ τόπον δεῖ μόνον εἶναι. ἢ οὕτω γε ἀπολεῖ τὴν ἐνέργειαν τὴν ἐξ αὑτοῦ τὸ τοῦ ἡλίου σῶμα: τοῦτο δὲ ἦν τὸ φῶς. εἰ δὲ τοῦτο, οὐδὲ τὸ φῶς τινος ἔσται. ἔστι δὲ ἡ ἐνέργεια ἔκ τινος ὑποκειμένου, οὐκ εἰς ὑποκείμενον δέ: πάθοι δ̓ ἄν τι τὸ ὑποκείμενον, εἰ παρείῃ. ἀλλ̓ ὥσπερ ζωὴ ἐνέργεια οὖσα ψυχῆς ἐστιν ἐνέργεια παθόντος ἄν τινος, οἷον τοῦ σώματος, εἰ παρείη, καὶ μὴ παρόντος δέ ἐστι, τί ἂν κωλύοι καὶ ἐπὶ φωτὸς οὕτως, εἴπερ ἐνέργειά τις τοῦ φωτεινοῦ εἴη; οὐδὲ γὰρ νῦν τὸ σκοτεινὸν τοῦ ἀέρος γεννᾷ τὸ φῶς, ἀλλὰ γῇ συμμιγνύμενον σκοτεινὸν ποιεῖ καὶ οὐ καθαρὸν ὄντως: ὥστε ὅμοιον εἶναι λέγειν τι γλυκὺ εἶναι, εἰ πικρῷ μιγείη. εἰ δέ τις τροπὴν λέγοι τοῦ ἀέρος τὸ φῶς, λεκτέον, ὡς ἐχρῆν αὐτὸν τρέπεσθαι τὸν ἀέρα τῇ τροπῇ, καὶ τὸ σκοτεινὸν αὐτοῦ μὴ σκοτεινὸν γεγονέναι ἠλλοιωμένον. νῦν δὲ ὁ ἀὴρ οἷός ἐστι μένει, ὡς ἂν οὐδὲν παθών. τὸ δὲ πάθημα ἐκείνου δεῖ εἶναι, οὗ πάθημα: οὐ τοίνυν οὐδὲ χρῶμα αὐτοῦ, ἀλλ̓ αὐτὸ ἐφ̓ ἑαυτοῦ: πάρεστι δὲ ὁ ἀήρ. καὶ τοῦτο μὲν οὑτωσὶ ἐπεσκέφθω.