Ancient Greek · ~10 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΤΡΙΤΟΝ Η ΠΕΡΙ ΟΨΕΩΣ.
Plotinus, Enneades 4.8
Not analysed yet
εἰ δ̓ εἴη σῶμα ἔξω τοῦ οὐρανοῦ, καὶ ὄψις τις ἐντεῦθεν μηδενὸς κωλύοντος εἰς τὸ ἰδεῖν, ἆῤ ἂν θεάσαιτο ὅ τι μὴ συμπαθὲς πρὸς ἐκεῖνο, εἰ τὸ συμπαθὲς νῦν διὰ τὴν ζῴου ἑνὸς φύσιν; ἢ εἰ τὸ συμπαθὲς διὰ τὸ ἑνὸς ζῴου τὰ αἰσθανόμενα καὶ τὰ αἰσθητά, καὶ αἱ αἰσθήσεις οὕτως οὐκ ἄν, εἰ μὴ τὸ σῶμα τοῦτο τὸ ἔξω μέρος τοῦδε τοῦ ζῴου: εἰ γὰρ εἴη, τάχα ἄν. εἰ μέντοι μὴ μέρος εἴη, σῶμα δὲ κεχρωσμένον καὶ τὰς ἄλλας ποιότητας ἔχον, οἷον τὸ ἐνταῦθα ὁμοειδὲς ὂν τῷ ὀργάνῳ; ἢ οὐδ̓ οὕτως, εἰ ὀρθὴ ἡ ὑπόθεσις: εἰ μή τις τούτῳ γε αὐτῷ τὴν ὑπόθεσιν ἀνελεῖν πειρῷτο ἄτοπον εἶναι λέγων, εἰ μὴ χρῶμα ὄψεται ἡ ὄψις παρόν, καὶ αἱ ἄλλαι αἰσθήσεις τῶν αἰσθητῶν παρόντων αὐταῖς οὐκ ἐνεργήσουσι πρὸς αὐτά. ἀλλὰ τὸ ἄτοπον τοῦτο πόθεν δὴ φαίνεται; φήσομεν. ἢ ὅτι ἐνταῦθα ἐν ἑνὶ ὄντες καὶ ἑνὸς ταῦτα ποιοῦμεν καὶ πάσχομεν. τοῦτο οὖν σκεπτέον, εἰ παρὰ τοῦτο. καὶ εἰ μὲν αὐτάρκως, δέδεικται: εἰ δὲ μή, καὶ δἰ ἄλλων δεικτέον. τὸ μὲν οὖν ζῷον ὅτι συμπαθὲς αὑτῷ δῆλον, καὶ εἰ εἴη ζῷον, ἀρκεῖ: ὥστε καὶ τὰ μέρη, ᾗ ἑνὸς ζῴου. ἀλλ̓ εἰ δἰ ὁμοιότητά τις λέγοι; ἀλλ̓ η ἀντίληψις κατὰ τὸ ζῷον καὶ ἡ αἴσθησις, ὅτι τοῦ ὁμοίου μετέχει τὸ αὐτό: τὸ γὰρ ὄργανον ὅμοιον αὐτοῦ: ὥστε ἡ αἴσθησις ψυχῆς ἀντίληψις ἔσται δἰ ὀργάνων ὁμοίων τοῖς ἀντιληπτοῖς. ἐὰν οὖν ζῷον ὂν αἰσθάνηται μὲν μὴ τῶν ἐν αὑτῷ, τῶν δὲ ὁμοίων τοῖς ἐν αὐτῷ, ᾗ μὲν ζῷον, ἀντιλήψεται: ᾗ μέντοι τὰ ἀντιληπτὰ ἔσται οὐχ ᾗ αὐτοῦ, ἀλλ̓ ᾗ ὅμοια τοῖς ἐν αὐτῷ. ἢ καὶ τὰ ἀντιληπτὰ οὕτως ἀντιληπτὰ ὅμοια ὄντα, ὅτι αὕτη αὐτὰ ὅμοια πεποίηκεν, ὥστε μὴ οὐ προσήκοντα εἶναι: ὥστε εἰ τὸ ποιοῦν ἐκεῖ ἡ ψυχὴ πάντη ἑτέρα, καὶ τὰ ἐκεῖ ὑποτεθέντα ὅμοια οὐδὲν πρὸς αὐτήν. ἀλλὰ γὰρ ἡ ἀτοπία τὸ μαχόμενον ἐν τῇ ὑποθέσει δείκνυσιν ὡς αἴτιόν ἐστιν αὐτῆς: ἅμα γὰρ ψυχὴν λέγει καὶ οὐ ψυχήν, καὶ συγγενῆ καὶ οὐ συγγενῆ, καὶ ὅμοια ταὐτὰ καὶ ἀνόμοια: ὥστε ἔχουσα τὰ ἀντικείμενα ἐν αὑτῇ οὐδ̓ ἂν ὑπόθεσις εἴη. καὶ γὰρ ὡς ἡ ψυχὴ ἐν τούτῳ: ὥστε πᾶν καὶ οὐ πᾶν τίθησι, καὶ ἄλλο καὶ οὐκ ἄλλο, καὶ τὸ μηδὲν καὶ οὐ τὸ μηδέν, καὶ τέλειον καὶ οὐ τέλειον. ὥστε ἀφετέον τὴν ὑπόθεσιν, ὡς οὐκ ὂν ζητεῖν τὸ ἀκόλουθον τῷ αὐτὸ τὸ ὑποτεθὲν ἐν αὑτῷ ἀναιρεῖν.