Ancient Greek · ~15 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 4.8.1
Not analysed yet
ταῦτα μὲν οὖν οὕτως ἂν ἔχοι λύσεως καὶ τοῦ τῆς συμπαθείας μὴ ἐμποδίζοντος τὸν λόγον: ἐκ γὰρ τῆς αὐτῆς πᾶσαι οὖσαι, ἐξ ἧς καὶ ἡ τοῦ ὅλου, συμπαθεῖς. καὶ γὰρ εἴρηται, ὅτι καὶ μία καὶ πολλαί. περὶ δὲ τοῦ μέρους πρὸς τὸ ὅλον τῆς διαφορᾶς ὅπως, εἴρηται. εἴρηται δὲ καὶ ὅλως περὶ διαφορᾶς ψυχῆς καὶ νῦν συντόμως λεγέσθω, ὅτι καὶ παρὰ τὰ σώματα ἂν γένοιτο διαφέρειν καὶ ἐν τοῖς ἤθεσι μάλιστα καὶ ἐν τοῖς τῆς διανοίας ἔργοις ἐκ τῶν προβεβιωμένων βίων. κατὰ γὰρ τοὺς προβεβιωμένους φησὶ τὰς αἱρέσεις ταῖς ψυχαῖς γίνεσθαι. εἰ δέ τις φύσιν ψυχῆς ὅλως λαμβάνοι, καὶ ἐν τούτοις εἴρηνται αἱ διαφοραί, ἐν οἷς καὶ δεύτερα καὶ τρίτα ἐλέγετο, καὶ ὅτι πάντα πᾶσαι, κατὰ δὲ τὸ ἐνεργῆσαν ἐν αὐτῇ ἑκάστη: τοῦτο δὲ τὸ τὴν μὲν ἑνοῦσθαι ἐνεργείᾳ, τὴν δὲ ἐν γνώσει, τὴν δὲ ἐν ὀρέξει, καὶ ἐν τῷ ἄλλην ἄλλα βλέπειν καὶ ἅπερ βλέπει εἶναι καὶ γίνεσθαι: καὶ τὸ πλῆρες δὲ ταῖς ψυχαῖς καὶ τέλειον οὐχὶ ταὐτὸν πάσαις. ἀλλ̓ εἰ ποικίλον τὸ ὅλον σύνταγμα αὐταῖς —εἷς γὰρ πᾶς λόγος πολὺς καὶ ποικίλος, ὥσπερ ζῷον ψυχικὸν πολλὰς μορφὰς ἔχον: εἰ δὴ τοῦτο, καὶ σύνταξίς ἐστι, καὶ οὐ διέσπασται τὰ ὄντα ὅλως ἀπ̓ ἀλλήλων, οὐδὲ τὸ εἰκῆ ἐν τοῖς οὖσιν, ὅπου μηδὲ ἐν τοῖς σώμασι, καὶ ἀριθμόν τινα ἀκόλουθόν ἐστιν εἶναι. καὶ γὰρ αὖ ἑστάναι δεῖ τὰ ὄντα, καὶ τὰ αὐτὰ τὰ νοητὰ εἶναι, καὶ ἕκαστον ἓν ἀριθμῷ εἶναι: οὕτω γὰρ τὸ τόδε. τοῖς μὲν γὰρ τῶν σωμάτων τῇ φύσει τοῦ καθέκαστον ῥέοντος ἅτε ἐπακτοῦ τοῦ εἴδους ὄντος τὸ εἶναι κατ̓ εἶδος ἀεὶ ὑπάρχει μιμήσει τῶν ὄντων, τοῖς δὲ ἅτε οὐκ ἐκ συνθέσεως οὖσι τὸ εἶναί ἐστι ἐν τῷ ὅ ἐστιν ἀριθμῷ ἕν, ὅπερ ἐξ ἀρχῆς ὑπάρχει, καὶ οὔτε γίνεται ὃ μὴ ἦν, οὔτε ὃ ἔστιν οὐκ ἔσται. ἐπεὶ καὶ εἰ ποιοῦν τι ἔσται αὐτά, ἐκ μὲν ὕλης οὐκ ἄν: εἰ δὲ καὶ τοῦτο, δεῖ τι καὶ ἐξ αὐτοῦ οὐσιῶδες προσθεῖναι: ὥστε μεταβολὴ περὶ αὐτὸ ἐκεῖνο ἔσται, εἰ νῦν πλέον ποιεῖ ἢ ἔλαττον. καὶ διὰ τί νῦν, ἀλλ̓ οὐκ ἀεὶ οὕτως; καὶ τὸ γενόμενον δὲ οὐκ ἀίδιον, εἴπερ πλέον καὶ ἔλαττον: κεῖται δὲ ἡ ψυχὴ τοιοῦτον. πῶς οὖν ἄπειρον, εἰ στήσεται; ἢ τῇ δυνάμει τὸ ἄπειρον, ὅτι ἡ δύναμις ἄπειρος, οὐχ ὡς μερισθησομένης εἰς ἄπειρον. ἐπεὶ καὶ ὁ θεὸς οὐ πεπερασμένος. καὶ αὗται τοίνυν οὐ πέρατι ἀλλοτρίῳ ἔστιν ἑκάστη ὃ ἔστιν, οἷον τοσαύτη, ἀλλ̓ αὐτή ἐστιν ὅσον θέλει, καὶ οὐ μή ποτε γένηται προιοῦσα ἔξω αὑτῆς, ἀλλὰ φθάνει μὲν πανταχοῦ, ὃ πέφυκεν αὐτῆς εἰς τὰ σώματα φθάνειν: οὐ μὴν διέσπασται ἀφ̓ ἑαυτῆς, ὅταν ᾖ καὶ ἐν τῷ δακτύλῳ καὶ ἐν τῷ ποδί. οὕτω δὴ καὶ ἐν τῷ παντὶ εἰς ὃ ἂν φθάνῃ ἐν ἄλλῳ καὶ ἄλλῳ μέρει φυτοῦ καὶ ἀποτετμημένου: ὥστε εἶναι καὶ ἐν τῷ ἐξ ἀρχῆς φυτῷ καὶ τῷ ἀπ̓ αὐτοῦ τετμημένῳ: ἓν γὰρ τὸ σῶμα τοῦ παντός, καὶ ὡς ἐν ἑνί ἐστιν αὐτοῦ πανταχοῦ. καὶ σαπέντος δὲ ζῴου εἰ πολλὰ ἐξ αὐτοῦ, ἐκείνη μὲν οὐκέτι ἐστὶν ἡ τοῦ παντὸς ζῴου ψυχὴ ἐν τῷ σώματι: οὐ γὰρ ἔχει αὖ τὸ δεκτικὸν αὐτῆς: οὐ γὰρ ἂν ἀπέθανε. τὰ δὲ ἐκ τῆς φθορᾶς ἐπιτηδείως ἔχοντα πρὸς γενέσεις ζῴων, τὰ μὲν τῶνδε, τὰ δὲ τῶνδε, ἴσχει ψυχὴν οὐδενὸς ὄντος ὅτου ἀπρστατεῖ, ὄντος δὲ τοῦ μὲν δέχεσθαι, τοῦ δὲ μὴ δέχεσθαι δυναμένου. καὶ τὰ γινόμενα οὕτως ἔμψυχα οὐ πλείους ἐποίησε ψυχάς: ἐξήρτηται γὰρ τῆς μιᾶς, ἣ μένει μία: ὥσπερ καὶ ἐν ἡμῖν ἀποτεμνομένων τινῶν, ἄλλων δὲ ἀντ̓ αὐτῶν φυομένων, τῶν μὲν ἀπέστη ἡ ψυχή, τοῖς δὲ προσεγένετο, ἕως ἡ μία μένει. ἐν δὲ τῷ παντὶ μένει ἀεὶ ἡ μία: τὰ δὲ ἐντὸς τὰ μὲν ἴσχει, τὰ δὲ ἀποτίθεται, τῶν αὐτῶν ψυχικῶν μενόντων.