Ancient Greek · ~7 min
Book 4, ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ.
Plotinus, Enneades 4.9-2
Not analysed yet
ἡ δὲ ἑτέρα φύσις, ἡ παῤ αὑτῆς ἔχουσα τὸ εἶναι, πᾶν τὸ ὄντως ὄν, ὃ οὔτε γίγνεται οὔτε ἀπόλλυται: ἢ τὰ ἄλλα πάντα οἰχήσεται, καὶ οὐκ ἂν ὕστερον γένοιτο τούτου ἀπολωλότος, ὃ παρέχει αὐτοῖς σωτηρίαν, τοῖς τε ἄλλοις καὶ τῷδε τῷ παντὶ διὰ ψυχῆς σωζομένῳ καὶ κεκοσμημένῳ. ἀρχὴ γὰρ κινήσεως ἥδε χορηγοῦσα τοῖς ἄλλοις κίνησιν, αὐτὴ δὲ ἐξ ἑαυτῆς κινουμένη, καὶ ζωὴν τῷ ἐμψύχῳ σώματι διδοῦσα, αὐτὴ δὲ παῤ ἑαυτῆς ἔχουσα, ἣν οὔποτε ἀπόλλυσιν, ἅτε παῤ ἑαυτῆς ἔχουσα. οὐ γὰρ δὴ πάντα ἐπακτῷ ζωῇ χρῆται: ἢ εἰς ἄπειρον εἶσιν: ἀλλὰ δεῖ τινα φύσιν πρώτως ζῶσαν εἶναι, ἣν ἀνώλεθρον καὶ ἀθάνατον εἶναι δεῖ ἐξ ἀνάγκης, ἅτε ἀρχὴν ζωῆς καὶ τοῖς ἄλλοις οὖσαν. ἔνθα δὴ καὶ τὸ θεῖον ἅπαν καὶ τὸ μακάριον ἱδρῦσθαι δεῖ ζῶν παῤ αὑτοῦ καὶ ὂν παῤ αὑτοῦ, πρώτως ὂν καὶ ζῶν πρώτως, μεταβολῆς κατ̓ οὐσίαν ἄμοιρον, οὔτε γινόμενον οὔτε ἀπολλύμενον. πόθεν γὰρ ἂν καὶ γένοιτο, ἢ εἰς τί ἀπόλοιτο; καὶ εἰ δεῖ ἐπαληθεύειν τὴν τοῦ ὄντος προσηγορίαν, αὐτὸ οὐ ποτὲ μὲν εἶναι, ποτὲ δὲ οὐκ εἶναι δεήσει: ὡς καὶ τὸ λευκόν, αὐτὸ τὸ χρῶμα, οὐ ποτὲ μὲν λευκόν, ποτὲ δὲ οὐ λευκόν. εἰ δὲ καὶ ὂν ἦν τὸ λευκόν, μετὰ τοῦ λευκὸν εἶναι ἦν ἂν ἀεί. ἀλλὰ μόνον ἔχει τὸ λευκόν. ᾧ δ̓ ἂν τὸ ὂν ᾖ παρόν, παῤ αὑτοῦ καὶ πρώτως ὂν ἀεὶ ἔσται. τοῦτο τοίνυν τὸ ὂν πρώτως καὶ ἀεὶ ὂν οὐχὶ νεκρόν, ὥσπερ λίθον ἢ ξύλον, ἀλλὰ ζῶν εἶναι δεῖ, καὶ ζωῇ καθαρᾷ κεχρῆσθαι, ὅσον ἂν αὑτοῦ μένῃ μόνον: ὃ δ̓ ἂν συμμιχθῇ χείρονι, ἐμπόδιον μὲν ἔχειν πρὸς τὰ ἄριστα, οὔτι γε μὴν τὴν αὑτοῦ φύσιν ἀπολωλεκέναι, ἀναλαβεῖν δὲ τὴν ἀρχαίαν κατάστασιν ἐπὶ τὰ αὑτοῦ ἀναδραμόν.