Ancient Greek · ~2 min
Book 5, ΠΕΡΙ ʽΤΟΥ̓ ΝΟΥ ΚΑΙ ΤΩΝ ΙΔΕΩΝ ΚΑΙ ΤΟΥ ΟΝΤΟΣ.
Plotinus, Enneades 5.12-3
Not analysed yet
εἰ δὲ ἀνθρώπου ἐκεῖ, καὶ λογικοῦ ἐκεῖ καὶ τεχνικοῦ, καὶ αἱ τέχναι νοῦ γεννήματα οὖσαι. χρὴ δὲ καὶ τῶν καθόλου λέγειν τὰ εἴδη εἶναι, οὐ Σωκράτους, ἀλλ̓ ἀνθρώπου. ἐπισκεπτέον δὲ περὶ ἀνθρώπου, εἰ καὶ ὁ καθέκαστα: τὸ δὲ καθέκαστον, ὅτι μὴ τὸ ʽ??ʼ ἄλλο ἄλλῳ: οἷον ὅτι ὁ μὲν σιμός, ὁ δὲ γρυπός. γρυπότητα μὲν καὶ σιμότητα διαφορὰς ἐν εἴδει θετέον ἀνθρώπου, ὥσπερ ζῴου διαφοραί εἰσιν: ἥκειν δὲ καὶ παρὰ τῆς ὕλης τὸ τὸν μὲν τοιάνδε γρυπότητα, τὸν δὲ τοιάνδε :καὶ χρωμάτων διαφορὰς τὰς μὲν ἐν λόγῳ οὔσας, τὰς δὲ καὶ ὕλην καὶ τόπον διάφορον ὄντα ποιεῖν.