Ancient Greek · ~6 min
Book 5, ΠΕΡΙ ΤΟΥ ΝΟΗΤΟΥ ΚΑΛΛΟΥΣ.
Plotinus, Enneades 5.13-3
Not analysed yet
ὁ οὖν θεὸς ὁ εἰς τὸ μένειν ὡσαύτως δεδεμένος καὶ συγχωρήσας τῷ παιδὶ τοῦδε τοῦ παντὸς ἄρχειν —οὐ γὰρ ἦν αὐτῷ πρὸς τρόπου τὴν ἐκεῖ ἀρχὴν ἀφέντι νεωτέραν αὑτοῦ καὶ ὑστέραν μεθέπειν κόρον ἔχοντι τῶν καλῶν —ταῦτ̓ ἀφεὶς ἔστησέ τε τὸν αὑτοῦ πατέρα εἰς ἑαυτὸν καὶ μέχρις αὐτοῦ πρὸς τὸ ἄνω: ἔστησε δ̓ αὖ καὶ τὰ εἰς θάτερα ἀπὸ τοῦ παιδὸς ἀρξάμενα εἶναι μετ̓ αὐτόν, ὥστε μεταξὺ ἀμφοῖν γενέσθαι τῇ τε ἑτερότητι τῆς πρὸς τὸ ἄνω ἀποτομῆς καὶ τῷ ἀνέχοντι ἀπὸ τοῦ μετ̓ αὐτὸν πρὸς τὸ κάτω δεσμοῦ, μεταξὺ ὢν πατρός τε ἀμείνονος καὶ ἥττονος υἱέος. ἀλλ̓ ἐπειδὴ ὁ πατὴρ αὐτῷ μείζων ἢ κατὰ κάλλος ἦν, πρώτως αὐτὸς ἔμεινε καλός, καίτοι καλῆς καὶ τῆς ψυχῆς οὔσης: ἀλλ̓ ἔστι καλλίων καὶ ταύτης, ὅτι ἴχνος αὐτὴ αὐτοῦ, καὶ τούτῳ ἐστὶ καλὴ μὲν τὴν φύσιν, καλλίων δέ, ὅταν ἐκεῖ βλέπῃ. εἰ οὖν ἡ ψυχὴ ἡ τοῦ παντός, ἵνα γνωριμώτερον λέγωμεν, καὶ ἡ Ἀφροδίτη αὐτὴ καλή, τίς ἐκεῖνος; εἰ μὲν γὰρ παῤ αὑτῆς, πόσον ἂν εἴη ἐκεῖνο; εἰ δὲ παῤ ἄλλου, παρὰ τίνος ψυχὴ καὶ τὸ ἐπακτὸν καὶ τὸ συμφυὲς τῇ οὐσίᾳ αὐτῆς κάλλος ἔχει; ἐπεὶ καί, ὅταν καὶ αὐτοὶ καλοί, τῷ αὑτῶν εἶναι, αἰσχροὶ δὲ ἐπ’ ἄλλην μεταβαίνοντες φύσιν: καὶ γινώσκοντες μὲν ἑαυτοὺς καλοί, αἰσχροὶ δὲ ἀγνοοῦντες. ἐκεῖ οὖν κἀκεῖθεν τὸ καλόν. ἆῤ οὖν ἀρκεῖ τὰ εἰρημένα εἰς ἐναργῆ σύνεσιν ἀγαγεῖν τοῦ νοητοῦ τόπου, ἢ κατ̓ ἄλλην ὁδὸν πάλιν αὖ δεῖ ἐπελθεῖν ὧδε;