Ancient Greek · ~5 min
Book 5, ΠΕΡΙ ʽΤΟΥ̓ ΝΟΥ ΚΑΙ ΤΩΝ ΙΔΕΩΝ ΚΑΙ ΤΟΥ ΟΝΤΟΣ.
Plotinus, Enneades 5.14-2
Not analysed yet
τὴν οὖν τὰ πάντα περιλαβοῦσαν ἐν τῷ νοητῷ φύσιν ταύτην ἀρχὴν θετέον. καὶ πῶς, τῆς μὲν ἀρχῆς τῆς ὄντως ἑνὸς καὶ ἁπλοῦ πάντη οὔσης, πλήθους δὲ ἐν τοῖς οὖσιν ὄντος; πῶς παρὰ τὸ ἓν τὸ πλῆθος, καὶ πῶς τὰ πάντα ταῦτα, καὶ διὰ τί νοῦς ταῦτα καὶ πόθεν, λεκτέον ἀπ̓ ἄλλης ἀρχῆς ἀρχομένοις. περὶ δὲ τῶν ἐκ σήψεως καὶ τῶν χαλεπῶν, εἰ κἀκεῖ εἶδος, καὶ εἰ ῥύπου καὶ πηλοῦ, λεκτέον, ὡς, ὅσα κομίζεται νοῦς ἀπὸ τοῦ πρώτου, πάντα ἄριστα: ἐν οἷς οὐ ταῦτα: οὐδ̓ ἐκ τούτων νοῦς, ἀλλὰ ψυχὴ παρὰ νοῦ, λαβοῦσα παρὰ ὕλης ἄλλα, ἐν οἷς ταῦτα. περὶ δὲ τούτων σαφέστερον λεχθήσεται ἐπανελθοῦσιν ἐπὶ τὴν ἀπορίαν, πῶς ἐξ ἑνὸς πλῆθος. ὅτι δὲ τὰ σύνθετα εἰκῇ ὄντα, οὐ νῷ, ἀλλ̓ ἐφ̓ ἑαυτῶν αἰσθητὰ συνελθόντα, οὐκ ἐν εἴδεσι, τά τε ἐκ σήψεως ψυχῆς ἄλλο τι ἴσως ἀδυνατούσης: εἰ δὲ μή, ἐποίησεν ἄν τι τῶν φύσει: ποιεῖ γοῦν ὅπου δύναται: περὶ δὲ τῶν τεχνῶν, ὅτι ἐν τῷ αὐτοανθρώπῳ περιέχονται ὅσαι τέχναι ἀναφέρονται πρὸς τὰ κατὰ φύσιν ἀνθρώπῳ: πρότερον δὲ ἄλλην καθόλου, καὶ τῆς καθόλου αὐτοψυχήν, ἤτοι τὴν ζωὴν τὴν ἐν νῷ πρὶν γενέσθαι ψυχήν, ἵνα καὶ γένηται αὐτοψυχὴν ἐκείνην λέγειν.