Ancient Greek · ~11 min
Book 5, ΠΕΡΙ ΤΩΝ ΓΝΩΡΙΣΤΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ ΚΑΙ ΤΟΥ ΕΠΕΚΕΙΝΛ.
Plotinus, Enneades 5.15.1
Not analysed yet
ἀλλὰ πῶς παρασχών; ἢ τῷ ἔχειν ἢ μὴ ἔχειν. ἀλλ̓ ἃ μὴ ἔχει πῶς παρέσχεν; ἀλλ̓ εἰ μὲν ἔχων, οὐχ ἁπλοῦς: εἰ δὲ μὴ ἔχων, πῶς ἐξ αὐτοῦ τὸ πλῆθος; ἓν μὲν γὰρ ἐξ αὐτοῦ ἁπλοῦν τάχ̓ ἄν τις δοίη —καίτοι καὶ τοῦτο ζητηθείη ἄν, πῶς ἐκ τοῦ πάντη ἑνός: ἀλλ̓ ὅμως δὲ ἔστιν εἰπεῖν οἷον ἐκ φωτὸς τὴν ἐξ αὐτοῦ περίλαμψιν —πῶς δὲ πολλά; ἢ οὐ ταὐτὸν ἔμελλε τὸ ἐξ ἐκείνου ἐκείνῳ: εἰ οὖν μὴ ταὐτὸν, οὐδέ γε βέλτιον: τί γὰρ ἂν τοῦ ἑνὸς βέλτιον ἢ ἐπέκεινα ὅλως; χεῖρον ἄρα: τοῦτο δέ ἐστιν ἐνδεέστερον. τί οὖν ἐνδεέστερον τοῦ ἑνός; ἢ τὸ μὴ ἕν: πολλὰ ἄρα: ἐφιέμενον δὲ ὅμως τοῦ ἑνός: ἓν ἄρα πολλά. πᾶν γὰρ τὸ μὴ ἓν τῷ ἓν σώζεται καὶ ἔστιν ὅπερ ἔστι τούτῳ: μὴ γὰρ ἓν γενόμενον, κἂν ἐκ πολλῶν ᾖ, οὔπω ʽἐστὶν̓ ἂν εἴποι τις αὐτό: κἂν ἕκαστον ἔχῃ λέγειν τις ὅ ἐστι, τῷ ἓν ἕκαστον αὐτῶν εἶναι λέγει καὶ τῷ αὐτῷ ἔτι. τὸ δὲ μὴ πολλὰ ἔχον ἐν ἑαυτῷ ἤδη οὐ μετουσίᾳ ἑνὸς ἕν, ἀλλ̓ αὐτὸ ἕν, οὐ κατ̓ ἄλλου, ἀλλ̓ ὅτι τοῦτο, παῤ οὗ πως καὶ τὰ ἄλλα, τὰ μὲν τῷ ἐγγύς, τὰ δὲ τῷ πόρρω. ἐπειδὴ τὸ μὲν ταὐτὸ καὶ ὅτι μετ̓ αὐτὸ δῆλον ποιεῖ τῷ τὸ πλῆθος αὐτοῦ ἓν πανταχοῦ εἶναι: καὶ γὰρ πλῆθος ὂν ὅμως ἐν τῷ αὐτῷ καὶ διακρῖναι οὐκ ἂν ἔχοις, ὅτι ὁμοῦ πάντα: ἐπεὶ καὶ ἕκαστον τῶν ἐξ αὐτοῦ, ἕως ζωῆς μετέχει, ἓν πολλά: ἀδυνατεῖ γὰρ δεῖξαι αὑτὸ ἓν πάντα. αὐτὸ δὲ ἐκεῖνο ἓν πάντα, ὅτι μεγάλη ἀρχή: ἀρχὴ γὰρ ἓν ὄντως καὶ ἀληθῶς ἕν: τὸ δὲ μετὰ τὴν ἀρχὴν ὧδέ πως ἐπιβρίσαντος τοῦ ἑνὸς πάντα μετέχον τοῦ ἓν καὶ ὁτιοῦν αὐτοῦ πάντα αὖ καὶ ἕν. τίνα οὖν πάντα; ἢ ὧν ἀρχὴ ἐκεῖνο. πῶς δὲ ἐκεῖνο ἀρχὴ τῶν πάντων; ἆρα, ὅτι αὐτὰ σώζει ἓν ἕκαστον αὐτῶν ποιήσασα εἶναι; ἢ καὶ ὅτι ὑπέστησεν αὐτά. πῶς δή; ἢ τῷ πρότερον ἔχειν αὐτά. ἀλλ̓ εἴρηται, ὅτι πλῆθος οὕτως ἔσται. ἀλλ̓ ἆρα οὕτως εἶχεν ὡς μὴ διακεκριμένα, τὰ δ̓ ἐν τῷ δευτέρῳ διεκέκριτο τῷ λόγῳ; ἐνέργεια γὰρ ἤδη: τὸ δὲ δύναμις πάντων. ἀλλὰ τίς ὁ τρόπος τῆς δυνάμεως; οὐ γὰρ ὡς ἡ ὕλη δυνάμει λέγεται, ὅτι δέχεται: πάσχει γάρ: ἀλλ̓ οὕτως ἀντιτεταγμένως τῷ ποιεῖν. πῶς οὖν ποιεῖ ἃ μὴ ἔχει; οὐ γὰρ ὡς ἔτυχε οὐδ̓ ἐνθυμηθεὶς ὃ ποιήσει, ποιήσει ὅμως. εἴρηται μὲν οὖν, ὅτι, εἴ τι ἐκ τοῦ ἑνός, ἄλλο δεῖ παῤ αὐτό: ἄλλο δὲ ὂν οὐχ ἕν: τοῦτο γὰρ ἦν ἐκεῖνο. εἰ δὲ μὴ ἕν, δύο δέ, ἀνάγκη ἤδη καὶ πλῆθος εἶναι: καὶ γὰρ ἕτερον καὶ ταὐτὸν ἤδη καὶ ποιὸν καὶ τὰ ἄλλα. καὶ ὅτι μὲν δὴ μὴ ἓν τὸ ἐκείνου, δεδειγμένον ἂν εἴη: ὅτι δὲ πλῆθος καὶ πλῆθος τοιοῦτον, οἷον ἐν τῷ μετ̓ αὐτὸ θεωρεῖται, ἀπορῆσαι ἄξιον: καὶ ἡ ἀνάγκη δὲ τοῦ μετ̓ αὐτὸ ἔτι ζητητέα.