Ancient Greek · ~8 min
Book 5, ΠΕΡΙ ΤΩΝ ΓΝΩΡΙΣΤΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ ΚΑΙ ΤΟΥ ΕΠΕΚΕΙΝΛ.
Plotinus, Enneades 5.17
Not analysed yet
τί οὖν ἐστι κρεῖττον ζωῆς ἐμφρονεστάτης καὶ ἀπταίστου καὶ ἀναμαρτήτου καὶ νοῦ πάντα ἔχοντος καὶ ζωῆς πάσης καὶ νοῦ παντός; ἐὰν οὖν λέγωμεν ʽτὸ ποιῆσαν ταῦτἀ, καὶ πῶς ποιῆσαν; κἂν μὴ φανῇ τι κρεῖττον, οὐκ ἄπεισιν ὁ λογισμὸς ἐπ’ ἄλλο, ἀλλὰ στήσεται αὐτοῦ. ἀλλὰ δεῖ ἀναβῆναι διά τε ἄλλα πολλὰ καὶ ὅτι τούτῳ τὸ αὔταρκες ἐκ πάντων ἔξω ἐστίν: ἕκαστον δὲ αὐτῶν δηλονότι ἐνδεές: καὶ ὅτι ἕκαστον τοῦ αὐτοῦ ἑνὸς μετείληφε καὶ μετέχει ἑνός, οὐκ αὐτὸ ἕν. τί οὖν τὸ οὗ μετέχει, ὃ ποιεῖ αὐτὸ καὶ εἶναι καὶ ὁμοῦ τὰ πάντα; ἀλλ̓ εἰ ποιεῖ ἕκαστον εἶναι καὶ τῇ ἑνὸς παρουσίᾳ αὔταρκες τὸ πλῆθος αὐτοῦ καὶ αὐτό, δηλονότι ποιητικὸν οὐσίας καὶ αὐταρκείας ἐκεῖνο αὐτὸ οὐκ ὂν οὐσία, ἀλλ̓ ἐπέκεινα ταύτης καὶ ἐπέκεινα αὐταρκείας. ἀρκεῖ οὖν ταῦτα λέγοντας ἀπαλλαχθῆναι; ἢ ἔτι ἡ ψυχὴ ὠδίνει καὶ μᾶλλον. ἴσως οὖν χρὴ αὐτὴν ἤδη γεννῆσαι ἀίξασαν πρὸς αὐτὸ πληρωθεῖσαν ὠδίνων. οὐ μὴν ἀλλὰ πάλιν ἐπᾳστέον, εἴ ποθέν τινα πρὸς τὴν ὠδῖνα ἐπῳδὴν εὕροιμεν. τάχα δὲ καὶ ἐκ τῶν ἤδη λεχθέντων, εἰ πολλάκις τις ἐπᾴδοι, γένοιτο. τίς οὖν ὥσπερ καινὴ ἐπῳδὴ ἄλλη; ἐπιθέουσα γὰρ πᾶσι τοῖς ἀληθέσι καὶ ὧν μετέχομεν ἀληθῶν ὅμως ἐκφεύγει, εἴ τις βούλοιτο εἰπεῖν καὶ διανοηθῆναι, ἐπείπερ δεῖ τὴν διάνοιαν, ἵνα τι εἴπῃ, ἄλλο καὶ ἄλλο λαβεῖν: οὕτω γὰρ καὶ διέξοδος: ἐν δὲ πάντη ἁπλῷ διέξοδος τίς ἐστιν; ἀλλ̓ ἀρκεῖ κἂν νοερῶς ἐφάψασθαι: ἐφαψάμενον δέ, ὅτε ἐφάπτεται, πάντη μηδὲν μήτε δύνασθαι μήτε σχολὴν ἄγειν λέγειν, ὕστερον δὲ περὶ αὐτοῦ συλλογίζεσθαι. τότε δὲ χρὴ ἑωρακέναι πιστεύειν, ὅταν ἡ ψυχὴ ἐξαίφνης φῶς λάβῃ: τοῦτο γὰρ παῤ αὐτοῦ καὶ αὐτός: καὶ τότε χρὴ νομίζειν παρεῖναι, ὅταν ᾥσπερ θεὸς ἄλλος εἰς οἶκον καλοῦντός τινος ἐλθὼν φωτίσῃ: ἢ μηδ̓ ἐλθὼν οὐκ ἐφώτισεν. οὕτω τοι καὶ ψυχὴ ἀφώτιστος ἀθέατος ἐκείνου: φωτισθεῖσα δὲ ἔχει, ὃ ἐζήτει, καὶ τοῦτο τὸ τέλος τἀληθινὸν ψυχῇ, ἐφάψασθαι φωτὸς ἐκείνου καὶ αὐτῷ αὐτὸ θεάσασθαι, οὐκ ἄλλῳ φωτί, ἀλλ̓ αὐτῷ, δἰ οὗ καὶ ὁρᾷ. δἰ οὗ γὰρ ἐφωτίσθη, τοῦτό ἐστιν, ὃ δεῖ θεάσασθαι: οὐδὲ γὰρ ἥλιον διὰ φωτὸς ἄλλου. πῶς ἂν οὖν τοῦτο γένοιτο; ἄφελε πάντα.