Ancient Greek · ~8 min
Book 5, ΠΕΡΙ ΓΕΝΕΣΕΩΣ ΚΑΙ ΤΑΞΕΩΣ ΤΩΝ ΜΕΤΑ ΤΟ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 5.2
Not analysed yet
πρόεισιν οὖν ἀπ̓ ἀρχῆς εἰς ἔσχατον καταλειπομένου ἀεὶ ἑκάστου ἐν τῇ οἰκείᾳ ἕδρᾳ, τοῦ δὲ γεννωμένου ἄλλην τάξιν λαμβάνοντος τὴν χείρονα: ἕκαστον μέντοι ταὐτὸν γίνεται ᾧ ἂν ἐπίσπηται, ἕως ἂν ἐφέπηται. ὅταν οὖν ψυχὴ ἐν φυτῷ γίνηται, ἄλλο ἐστὶν οἷον μέρος ἐν φυτῷ, τὸ τολμηρότατον καὶ ἀφρονέστατον καὶ προεληλυθὸς μέχρι τοσούτου: ὅταν δ̓ ἐν ἀλόγῳ, ἡ τοῦ αἰσθάνεσθαι δύναμις κρατήσασα ἤγαγεν: ὅταν δὲ εἰς ἄνθρωπον, ἢ ὅλως ἐν λογικῷ ἡ κίνησις, ἢ ἀπὸ νοῦ ὡς νοῦν οἰκεῖον ἐχούσης καὶ παῤ αὑτῆς βούλησιν τοῦ νοεῖν ἢ ὅλως κινεῖσθαι. πάλιν δὴ ἀναστρέφωμεν: ὅταν φυτοῦ ἢ τὰ παραφυόμενα ἢ κλάδων τὰ ἄνω τις τέμῃ, ἡ ἐν τούτοις ψυχὴ ποῖ ἀπελήλυθεν; ἢ ὅθεν: οὐ γὰρ ἀποστᾶσα τόπῳ. ἓν οὖν τῇ ἀρχῇ. εἰ δὲ τὴν ῥίζαν διακόψειας ἢ καύσειας, ποῦ τὸ ἐν τῇ ῥίζῃ; ἐν ψυχῇ οὐκ εἰς ἄλλον τόπον ἐλθούσῃ. ἀλλὰ κἂν ἐν τῷ αὐτῷ ᾖ, ἀλλ̓ ἐν ἄλλῳ, εἰ ἀναδράμοι: εἰ δὲ μή, ἐν ἄλλῃ φυτικῇ, οὐ γὰρ στενοχωρεῖται: εἰ δ̓ ἀναδράμοι, ἐν τῇ πρὸ αὐτῆς δυνάμει. ἀλλ̓ ἐκείνη ποῦ; ἐν τῇ πρὸ αὐτῆς: ἡ δὲ μέχρι νοῦ, οὐ τόπῳ, οὐδὲν γὰρ ἐν τόπῳ ἦν: ὁ δὲ νοῦς πολὺ μᾶλλον οὐκ ἐν τόπῳ, ὥστε οὐδὲ αὐτή. οὐδαμοῦ οὖν οὖσα, ἀλλ̓ ἐν τῷ ὃ μηδαμοῦ καὶ πανταχοῦ οὕτως ἐστίν. εἰ δὲ προελθοῦσα εἰς τὸ ἄνω σταίη ἐν τῷ μεταξὺ πρὶν πάντη εἰς τὸ ἀνωτάτω γενέσθαι, μέσον ἔχει βίον καὶ ἐν ἐκείνῳ τῷ μέρει αὑτῆς ἕστηκε. πάντα δὲ ταῦτα ἐκεῖνος καὶ οὐκ ἐκεῖνος: ἐκεῖνος μέν, ὅτι ἐξ ἐκείνου: οὐκ ἐκεῖνος δέ, ὅτι ἐκεῖνος ἐφ̓ ἑαυτοῦ μένων ἔδωκεν. ἔστιν οὖν οἷον ζωὴ μακρὰ εἰς μῆκος ἐκταθεῖσα, ἕτερον ἕκαστον τῶν μορίων τῶν ἐφεξῆς, συνεχὲς δὲ πᾶν αὑτῷ, ἄλλο δὲ καὶ ἄλλο τῇ διαφορᾷ, οὐκ ἀπολλύμενον ἐν τῷ δευτέρῳ τὸ πρότερον. τί οὖν ἡ ἐν τοῖς φυτοῖς γενομένη; οὐδὲν γεννᾷ; ἢ ἐν ᾧ ἔστι. σκεπτέον δὲ πῶς ἀρχὴν ἄλλην λαβόντας.