Ancient Greek · ~5 min
Book 5, ΠΕΡΙ ΤΟΥ ΤΟ ΕΠΕΚΕΙΝΑ ΤΟΥ ΟΝΤΟΣ ΜΗ ΝΟΕΙΝ ΚΑΙ ΤΙ ΤΟ ΠΡΩΤΩΣ ΝΟΟΥΝ ΚΑΙ ΤΙ ΤΟ ΔΕΥΤΕΡΩΣ.
Plotinus, Enneades 5.2-4
Not analysed yet
εἰ δὴ τὸ μὲν πρώτως νοοῦν, τὸ δὲ ἤδη ἄλλως νοοῦν, τὸ ἐπέκεινα τοῦ πρώτως νοοῦντος οὐκ ἂν ἔτι νοοῖ: νοῦν γὰρ δεῖ γενέσθαι, ἵνα νοῇ, ὄντα δὲ νοῦν καὶ νοητὸν ἔχειν καὶ πρώτως νοοῦντα ἔχειν τὸ νοητὸν ἐν αὑτῷ. νοητὸν δὲ ὂν οὐκ ἀνάγκη πᾶν καὶ νοοῦν ἐν αὑτῷ ἔχειν καὶ νοεῖν: ἔσται γὰρ οὐ μόνον νοητόν, ἀλλὰ καὶ νοοῦν, πρῶτόν τε οὐκ ἔσται δύο ὄν. ὅ τε νοῦς ὁ τὸ νοητὸν ἔχων οὐκ ἂν συσταίη μὴ οὔσης οὐσίας καθαρῶς νοητοῦ, ὃ πρὸς μὲν τὸν νοῦν νοητὸν ἔσται, καθ̓ ἑαυτὸ δὲ οὔτε νοοῦν οὔτε νοητὸν κυρίως ἔσται: τό τε γὰρ νοητὸν ἑτέρῳ ὅ τε νοῦς τὸ ἐπιβάλλειν τῇ νοήσει κενὸν ἔχει ἄνευ τοῦ λαβεῖν καὶ ἑλεῖν τὸ νοητὸν ὃ νοεῖ: οὐ γὰρ ἔχει τὸ νοεῖν ἄνευ τοῦ νοητοῦ. τότε οὖν τέλειον, ὅταν ἔχῃ: ἔδει δὲ πρὸ τοῦ νοεῖν τέλειον εἶναι παῤ αὑτοῦ τῆς οὐσίας. ᾧ ἄρα τὸ τέλειον ὑπάρξει, πρὸ τοῦ νοεῖν τοῦτο ἔσται: οὐδὲν ἄρα δεῖ αὐτῷ τοῦ νοεῖν: αὔταρκες γὰρ πρὸ τούτου. οὐκ ἄρα νοήσει. τὸ μὲν ἄρα οὐ νοεῖ, τὸ δὲ πρώτως νοεῖ, τὸ δὲ νοήσει δευτέρως. ἔτι εἰ νοήσει τὸ πρῶτον, ὑπάρξει τι αὐτῷ: οὐκ ἄρα πρῶτον, ἀλλὰ καὶ δεύτερον καὶ οὐχ ἕν, ἀλλὰ καὶ πολλὰ ἤδη καὶ πάντα ὅσα νοήσει: καὶ γάρ, εἰ μόνον ἑαυτό, πολλὰ ἔσται.