Ancient Greek · ~6 min
Book 5, ΟΤΙ ΟΥΚ ΕΞΩ ΤΟΥ ΝΟΥ ΤΑ ΝΟΗΤΑ ΚΑΙ ΠΕΡΙ ΤΑΓΑΘΟΥ.
Plotinus, Enneades 5.5-2
Not analysed yet
ἀλλ̓ ἐπ’ ἐκεῖνο ἐπανιτέον λέγουσιν, ὅτι μένει τὸ πρῶτον τὸ αὐτό, κἂν ἐξ αὐτοῦ γίνηται ἕτερα. ἐν μὲν οὖν τοῖς ἀριθμοῖς μένοντος μὲν τοῦ ἕν, ποιοῦντος δὲ ἄλλου, ὁ ἀριθμὸς γίνεται κατ̓ αὐτὸ ,ἐν δὲ τῷ ὅ ἐστι πρὸ τῶν ὄντων μένει μὲν πολὺ μᾶλλον τὸ ἕν: μένοντος δὲ αὐτοῦ οὐκ ἄλλο ποιεῖ κατ̓ αὐτὸ τὰ ὄντα, ἀλλ̓ ἀρκεῖ αὐτὸ γεννῆσαι τὰ ὄντα. καὶ ὥσπερ ἐκεῖ ἐπὶ τῶν ἀριθμῶν ἦν τῆς μονάδος ἐπὶ πᾶσιν εἶδος πρώτως καὶ δευτέρως, καὶ οὐκ ἐπ’ ἴσης ἑκάστου μεταλαμβάνοντος τῶν ὑστέρων αὐτῆς, οὕτω καὶ ἐνταῦθα ἕκαστον μὲν τῶν μετὰ τὸ πρῶτον ἔχει τι ἐκείνου οἷον εἶδος ἐν αὑτῷ. κἀκεῖ μὲν ἡ μετάληψις τὸ ποσὸν ὑπέστησεν αὐτῶν, ἐνταῦθα δὲ τὸ ἴχνος τοῦ ἑνὸς τὴν οὐσίαν αὐτοῖς ὑπεστήσατο, ὥστ̓ εἶναι τὸ εἶναι ἴχνος ἑνός. καὶ τὸ εἶναι δὲ τοῦτο ἀπὸ τοῦ ἓν εἴ τις λέγοι γεγονέναι, τάχα ἂν τύχοι τοῦ ἀληθοῦς. τὸ γάρ τοι λεγόμενον ὂν τοῦτο πρῶτον ἐκεῖθεν οἷον ὀλίγον προβεβηκὸς οὐκ ἠθέλησεν ἔτι πρόσω ἐλθεῖν, μεταστραφὲν δὲ εἰς τὸ εἴσω ἔστη, καὶ ἐγένετο οὐσία καὶ ἑστία ἁπάντων: οἷον ἐναπερείσαντος ἐν φθόγγῳ αὑτὸν τοῦ φωνοῦντος ὑφίσταται τὸ ἓν δηλοῦν τὸ ἀπὸ τοῦ ἑνὸς καὶ τὸ ὂν σημαῖνον τὸ φθεγξάμενον, ὡς δύναται. οὕτω τοι τὸ μὲν γενόμενον καὶ τὸ εἶναι μίμησιν ἔχοντα ἐκ τῆς δυνάμεως αὐτοῦ ῥυέντα: ἡ δὲ ἰδοῦσα καὶ ἐπικινηθεῖσα τῷ θεάματι μιμουμένη ὃ εἶδεν ἔρρηξε φωνὴν τὸ ὂν καὶ τὸ εἶναι καὶ οὐσίαν καὶ ἑστίαν. οὗτοι γὰρ οἱ φθόγγοι θέλουσι σημῆναι τὴν ὑπόστασιν γεννηθέντος ὠδῖνι τοῦ φθεγγομένου ἀπομιμούμενοι, ὡς οἷόν τε αὐτοῖς, τὴν γένεσιν τοῦ ὄντος.