Ancient Greek · ~13 min
Book 5, ΠΕΡΙ ΤΩΝ ΓΝΩΡΙΣΤΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ ΚΑΙ ΤΟΥ ΕΠΕΚΕΙΝΛ.
Plotinus, Enneades 5.5.1
Not analysed yet
ἆῤ οὖν ἄλλῳ μέρει ἑαυτοῦ ἄλλο μέρος αὑτοῦ καθορᾷ; ἀλλ̓ οὕτω τὸ μὲν ἔσται ὁρῶν, τὸ δὲ ὁρώμενον: τοῦτο δὲ οὐκ αὐτὸ ἑαυτό. τί οὖν, εἰ πᾶν τοιοῦτον οἷον ὁμοιομερὲς εἶναι, ὥστε τὸ ὁρῶν μηδὲν διαφέρειν τοῦ ὁρωμένου; οὕτω γὰρ ἰδὼν ἐκεῖνο τὸ μέρος αὑτοῦ ὂν ταὐτὸν αὑτῷ εἶδεν ἑαυτόν: διαφέρει γὰρ οὐδὲν τὸ ὁρῶν πρὸς τὸ ὁρώμενον. ἢ πρῶτον μὲν ἄτοπος ὁ μερισμὸς αὑτοῦ: πῶς γὰρ καὶ μεριεῖ; οὐ γὰρ δὴ κατὰ τύχην: καὶ ὁ μερίζων δὲ τίς; ὁ ἐν τῷ θεωρεῖν τάττων ἑαυτὸν ἢ ὁ ἐν τῷ θεωρεῖσθαι; εἶτα πῶς ἑαυτὸν γνώσεται ὁ θεωρῶν ἐν τῷ θεωρουμένῳ τάξας ἑαυτὸν κατὰ τὸ θεωρεῖν; οὐ γὰρ ἦν ἐν τῷ θεωρουμένῳ τὸ θεωρεῖν. ἢ γνοὺς ἑαυτὸν οὕτω θεωρούμενον, ἀλλ̓ οὐ θεωροῦντα, νοήσει: ὥστε οὐ πάντα οὐδὲ ὅλον γνώσεται ἑαυτόν: ὃν γὰρ εἶδε, θεωρούμενον, ἀλλ̓ οὐ θεωροῦντα εἶδε: καὶ οὕτως ἔσται ἄλλον, ἀλλ̓ οὐχ ἑαυτὸν ἑωρακώς. ἢ προσθήσει παῤ αὑτοῦ καὶ τὸν τεθεωρηκότα, ἵνα τέλειον αὑτὸν ᾖ νενοηκώς. ἀλλ̓ εἰ καὶ τὸν τεθεωρηκότα, ὁμοῦ καὶ τὰ ἑωραμένα. εἰ οὖν ἐν τῇ θεωρίᾳ ὑπάρχει τὰ τεθεωρημένα, εἰ μὲν τύποι αὐτῶν, οὐκ αὐτὰ ἔχει: εἰ δ̓ αὐτὰ ἔχοι, οὐκ ἰδὼν αὐτὰ ἐκ τοῦ μερίσαι αὑτὸν ἔχει, ἀλλ̓ ἦν πρὶν μερίσαι ἑαυτὸν καὶ θεωρῶν καὶ ἔχων. εἰ τοῦτο, δεῖ τὴν θεωρίαν ταὐτὸν εἶναι τῷ θεωρητῷ, καὶ τὸν νοῦν ταὐτὸν εἶναι τῷ νοητῷ: καὶ γάρ, εἰ μὴ ταὐτόν, οὐκ ἀλήθεια ἔσται: τύπον γὰρ ἕξει ὁ ἔχων τὰ ὄντα ἕτερον τῶν ὄντων, ὅπερ οὐκ ἔστιν ἀλήθεια. τὴν ἄρα ἀλήθειαν οὐχ ἑτέρου δεῖ εἶναι, ἀλλ̓ ὃ λέγει, τοῦτο καὶ εἶναι. ἓν ἄρα οὕτω νοῦς καὶ τὸ νοητὸν καὶ τὸ ὂν καὶ πρῶτον ὂν τοῦτο: καὶ δὴ καὶ πρῶτος νοῦς τὰ ὄντα ἔχων, μᾶλλον δὲ ὁ αὐτὸς τοῖς οὖσιν. ἀλλ̓ εἰ ἡ νόησις καὶ τὸ νοητὸν ἕν, πῶς διὰ τοῦτο τὸ νοοῦν νοήσει ἑαυτό; ἡ μὲν γὰρ νόησις οἷον περιέξει τὸ νοητόν, ἢ ταὐτὸν τῷ νοητῷ ἔσται, οὔπω δὲ ὁ νοῦς δῆλος ἑαυτὸν νοῶν. ἀλλ̓ εἰ ἡ νόησις καὶ τὸ νοητὸν ταὐτόν —ἐνέργεια γάρ τις τὸ νοητόν: οὐ γὰρ δὴ δύναμις οὐδέ γε ζωῆς χωρὶς οὐδ̓ αὖ ἐπακτὸν τὸ ζῆν οὐδὲ τὸ νοεῖν ἄλλῳ ὄντι, οἷον λίθῳ ἢ ἀψύχῳ τινί, καὶ οὐσία ἡ πρώτη τὸ νοητόν: εἰ οὖν ἐνέργεια, καὶ ἡ πρώτη ἐνέργεια καὶ καλλίστη δὴ νόησις ἂν εἴη καὶ οὐσιώδης νόησις: καὶ γὰρ ἀληθεστάτη: νόησις δὲ τοιαύτη καὶ πρώτη οὖσα καὶ πρώτως νοῦς ἂν εἴη ὁ πρῶτος: οὐδὲ γὰρ ὁ νοῦς οὗτος δυνάμει οὐδ̓ ἕτερος μὲν αὐτός, ἡ δὲ νόησις ἄλλο: οὕτω γὰρ ἂν πάλιν τὸ οὐσιῶδες αὐτοῦ δυνάμει. εἰ οὖν ἐνέργεια καὶ ἡ οὐσία αὐτοῦ ἐνέργεια, ἓν καὶ ταὐτὸν τῇ ἐνεργείᾳ ἂν εἴη: ἓν δὲ τῇ ἐνεργείᾳ τὸ ὂν καὶ τὸ νοητόν: ἓν ἅμα πάντα ἔσται, νοῦς, νόησις, τὸ νοητόν. εἰ οὖν ἡ νόησις αὐτοῦ τὸ νοητόν, τὸ δὲ νοητὸν αὐτός, αὐτὸς ἄρα ἑαυτὸν νοήσει: νοήσει γὰρ τῇ νοήσει, ὅπερ ἦν αὐτός, καὶ νοήσει τὸ νοητόν, ὅπερ ἦν αὐτός. καθ̓ ἑκάτερον ἄρα ἑαυτὸν νοήσει, καθ̓ ὅ τι καὶ ἡ νόησις αὐτὸς ἦν, καὶ καθ̓ ὅ τι τὸ νοητὸν αὐτός, ὅπερ ἐνόει τῇ νοήσει, ὃ ἦν αὐτός.