Ancient Greek · ~12 min
Book 5, ΠΕΡΙ ΤΩΝ ΤΡΙΩΝ ΑΡΧΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ.
Plotinus, Enneades 5.7.1
Not analysed yet
εἰκόνα δὲ ἐκείνου εἶναι λέγομεν τὸν νοῦν: δεῖ γὰρ σαφέστερον λέγειν: πρῶτον μέν, ὅτι δεῖ πως εἶναι ἐκείνου τὸ γεννώμενον καὶ ἀποσώζειν πολλὰ αὐτοῦ καὶ εἶναι ὁμοιότητα πρὸς αὐτό, ὥσπερ καὶ τὸ φῶς τοῦ ἡλίου. ἀλλ̓ οὐ νοῦς ἐκεῖνο. πῶς οὖν νοῦν γεννᾷ; ἢ ὅτι τῇ ἐπιστροφῇ πρὸς αὑτὸ ἑώρα: ἡ δὲ ὅρασις αὕτη νοῦς. τὸ γὰρ καταλαμβάνον ἄλλο ἢ αἴσθησις ἢ νοῦς: αἴσθησιν γραμμὴν καὶ τὰ ἄλλα . ἀλλ̓ ὁ κύκλος τοιοῦτος οἷος μερίζεσθαι: τοῦτο δὲ οὐχ οὕτως. ἢ καὶ ἐνταῦθα ἓν μέν, ἀλλὰ τὸ ἓν δύναμις πάντων. ὧν οὖν ἐστι δύναμις, ταῦτα ἀπὸ τῆς δυνάμεως οἷον σχιζομένη ἡ νόησις καθορᾷ. ἢ οὐκ ἂν ἦν νοῦς. ἐπεὶ καὶ παῤ αὑτοῦ ἔχει ἤδη οἷον συναίσθησιν τῆς δυνάμεως, ὅτι δύναται οὐσίαν αὐτὸς γεννᾶν δἰ αὑτὸν καὶ ὁρίζειν τὸ εἶναι αὑτῷ τῇ παῤ ἐκείνου δυνάμει, καὶ ὅτι οἷον μέρος ἕν τι τῶν ἐκείνου καὶ ἐξ ἐκείνου ἡ οὐσία καὶ ῥώννυται παῤ ἐκείνου καὶ τελειοῦται εἰς οὐσίαν παῤ ἐκείνου καὶ ἐξ ἐκείνου. ὁρᾷ δὲ αὑτῷ ἐκεῖθεν οἷον μεριστῷ ἐξ ἀμερίστου καὶ τὸ ζῆν καὶ τὸ νοεῖν καὶ πάντα, ὅτι ἐκεῖνο μηδὲν τῶν πάντων: ταύτῃ γὰρ πάντα ἐξ ἐκείνου, ὅτι μή τινι μορφῇ κατείχετο ἐκεῖνο: μόνον γὰρ ἓν ἐκεῖνο. καὶ ὁ μὲν πάντα ἐν τοῖς οὖσιν ἂν ἦν . διὰ τοῦτο ἐκεῖνο οὐδὲν μὲν τῶν ἐν τῷ νῷ, ἐξ αὐτοῦ δὲ πάντα. διὸ καὶ οὐσίαι ταῦτα: ὥρισται γὰρ ἤδη καὶ οἷον μορφὴν ἕκαστον ἔχει: τὸ δὲ ὂν δεῖ οὐκ ἐν ἀορίστῳ οἷον θεωρεῖσθαι, ἀλλ̓ ὅρῳ πεπῆχθαι καὶ στάσει: στάσις δὲ τοῖς νοητοῖς ὁρισμὸς καὶ μορφή, οἷς καὶ τὴν ὑπόστασιν λαμβάνει. ταύτης τοι γενεᾶς ὁ νοῦς οὗτος ἄξιος τοῦ καθαρωτάτου μηδ̓ ἄλλοθεν ἢ ἐκ τῆς πρώτης ἀρχῆς φῦναι, γενόμενον δὲ ἤδη τὰ ὄντα πάντα σὺν αὑτῷ γεννῆσαι, πᾶν μὲν τὸ τῶν ἰδεῶν κάλλος, πάντας δὲ θεοὺς νοητούς: πλήρη δὲ ὄντα ὧν ἐγέννησε καὶ ὥσπερ καταπιόντα πάλιν τῷ ἐν αὑτῷ ἔχειν μηδὲ ἐκπεσεῖν εἰς ὕλην μηδὲ τραφῆναι παρὰ τῇ Ῥέᾳ, ὡς τὰ μυστήρια καὶ οἱ μῦθοι οἱ περὶ θεῶν αἰνίττονται Κρόνον μὲν θεὸν σοφώτατον πρὸ τοῦ Διὸς γενέσθαι ἃ γεννᾷ πάλιν ἐν ἑαυτῷ ἔχειν, ᾗ καὶ πλήρης καὶ νοῦς ἐν κόρῳ: μετὰ δὲ ταῦτά φασι Δία γεννᾶν κόρον ἤδη ὄντα: ψυχὴν γὰρ γεννᾷ νοῦς, νοῦς ὢν τέλειος. καὶ γὰρ τέλειον ὄντα γεννᾶν ἔδει, καὶ μὴ δύναμιν οὖσαν τοσαύτην ἄγονον εἶναι. κρεῖττον δὲ οὐχ οἷόν τε ἦν εἶναι οὐδ̓ ἐνταῦθα τὸ γεννώμενον, ἀλλ̓ ἔλαττον ὂν εἴδωλον εἶναι αὐτοῦ, ἀόριστον μὲν ὡσαύτως, ὁριζόμενον δὲ ὑπὸ τοῦ γεννήσαντος καὶ οἷον εἰδοποιούμενον. νοῦ δὲ γέννημα λόγος τις καὶ ὑπόστασις τὸ διανοούμενον: τοῦτο δ̓ ἐστὶ τὸ περὶ νοῦν κινούμενον καὶ νοῦ φῶς καὶ ἴχνος ἐξηρτημένον ἐκείνου, κατὰ θάτερα μὲν συνηγμένον ἐκείνῳ καὶ ταύτῃ ἀποπιμπλάμενον καὶ ἀπολαῦον καὶ μεταλαμβάνον αὐτοῦ καὶ νοοῦν, κατὰ θάτερα δὲ ἐφαπτόμενον τῶν μετ̓ αὐτό, μᾶλλον δὲ γεννῶν καὶ αὐτό, ἃ ψυχῆς ἀνάγκη εἶναι χείρονα: περὶ ὧν ὕστερον λεκτέον καὶ μέχρι τούτων τὰ θεῖα.