Ancient Greek · ~14 min
Book 5, ΠΕΡΙ ΤΩΝ ΓΝΩΡΙΣΤΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ ΚΑΙ ΤΟΥ ΕΠΕΚΕΙΝΛ.
Plotinus, Enneades 5.8.1
Not analysed yet
ποιὸν δέ τι ὁρᾷ τὸ νοητὸν ὁ νοῦς, καὶ ποιόν τι ἑαυτόν; ἢ τὸ μὲν νοητὸν οὐδὲ δεῖ ζητεῖν, οἷον τὸ ἐπὶ τοῖς σώμασι χρῶμα ἢ σχῆμα: πρὶν γὰρ ταῦτα εἶναι, ἔστιν ἐκεῖνα: καὶ ὁ λόγος δὲ ὁ ἐν τοῖς σπέρμασι τοῖς ταῦτα ποιοῦσιν οὐ ταὐτά: ἀόρατα γὰρ τῇ φύσει καὶ ταῦτα καὶ ἔτι μᾶλλον ἐκεῖνα, καὶ ἔστι φύσις ἡ αὐτὴ ἐκείνων καὶ τῶν ἐχόντων, οἷον ὁ λόγος ὁ ἐν τῷ σπέρματι καὶ ἡ ἔχουσα ψυχὴ ταῦτα. ἀλλ̓ ἡ μὲν οὐχ ὁρᾷ ἃ ἔχει. οὐδὲ γὰρ αὐτὴ ἐγέννησεν, ἀλλ̓ ἔστι καὶ αὕτη εἴδωλον καὶ οἱ λόγοι: ὅθεν δὲ ἦλθε, τὸ ἐναργὲς καὶ τὸ ἀληθινὸν καὶ τὸ πρώτως, ὅθεν καὶ ἑαυτοῦ ἐστι καὶ αὑτῷ: τοῦτο δέ, ἂν μὴ ἄλλου γένηται καὶ ἐν ἄλλῳ, οὐδὲ μένει: εἰκόνι γὰρ προσήκει ἑτέρου οὖσαν ἐν ἑτέρῳ γίγνεσθαι, εἰ μὴ εἴη ἐκείνου ἐξηρτημένη. διὸ οὐδὲ βλέπει, ἅτε δὴ φῶς ἱκανὸν οὐκ ἔχον, κἂν βλέπῃ δέ, τελειωθὲν ἐν ἄλλῳ ἄλλο καὶ οὐχ αὑτὸ βλέπει. ἀλλ̓ οὖν τούτων ἐκεῖ οὐδέν, ἀλλ̓ ὅρασις καὶ τὸ ὁρατὸν αὐτῇ ὁμοῦ καὶ τοιοῦτον τὸ ὁρατὸν οἷον ἡ ὅρασις, καὶ ἡ ὅρασις οἷον τὸ ὁρατόν. τίς οὖν αὐτὸ ἐρεῖ οἷόν ἐστιν; ὁ ἰδών: νοῦς δὲ ὁρᾷ. ἐπεὶ καὶ ἐνταῦθα ἡ ὄψις φῶς οὖσα, μᾶλλον δὲ ένωθεῖσα φωτί, φῶς ὁρᾷ: χρώματα γὰρ ὁρᾷ: ἐκεῖ δὲ οὐ δἰ ἑτέρου, ἀλλὰ δἰ αὑτῆς, ὅτι μηδὲ ἔξω. ἄλλῳ οὖν φωτὶ ἄλλο φῶς ὁρᾷ, οὐ δἰ ἄλλου. φῶς ἄρα φῶς ἄλλο ὁρᾷ: αὐτὸ ἄρα αὑτὸ ὁρᾷ. τὸ δὲ φῶς τοῦτο ἐν ψυχῇ μὲν ἐλλάμψαν ἐφώτισε: τοῦτο δ̓ ἐστὶ νοερὰν ἐποίησε: τοῦτο δ̓ ἐστὶν ὡμοίωσεν ἑαυτῷ τῷ ἄνω φωτί. οἷον οὖν ἐστι τὸ ἴχνος τὸ ἐγγενόμενον τοῦ φωτὸς ἐν ψυχῇ, τοιοῦτον καὶ ἔτι κάλλιον καὶ μεῖζον αὐτὸ νομίζων καὶ ἐναργέστερον ἐγγὺς ἂν γένοιο φύσεως νοῦ καὶ νοητοῦ. καὶ γὰρ αὖ καὶ ἐπιλαμφθὲν τοῦτο ζωὴν ἔδωκε τῇ ψυχῇ ἐναργεστέραν, ζωὴν δὲ οὐ γεννητικήν: τοὐναντίον γὰρ ἐπέστρεψε πρὸς ἑαυτὴν τὴν ψυχήν, καὶ σκίδνασθαι οὐκ εἴασεν, ἀλλ̓ ἀγαπᾶν ἐποίησε τὴν ἐν αὐτῷ ἀγλαίαν: οὐ μὴν οὐδὲ αἰσθητικήν, αὕτη γὰρ ἔξω βλέπει καὶ οὗ μᾶλλον αἰσθάνεται: ὁ δ̓ ἐκεῖνο τὸ φῶς τῶν ἀληθῶν λαβὼν οἷον βλέπει μᾶλλον τὰ ὁρατά, ἀλλὰ τοὐναντίον. λείπεται τοίνυν ζωὴν νοερὰν προσειληφέναι, ἴχνος νοῦ ζωῆς: ἐκεῖ γὰρ τὰ ἀληθῆ. ἡ δὲ ἐν τῷ νῷ ζωὴ καὶ ἐνέργεια, τὸ πρῶτον φῶς ἑαυτῷ λάμπον πρώτως καὶ πρὸς αὑτὸ λαμπηδών, λάμπον ὁμοῦ καὶ λαμπόμενον, τὸ ἀληθῶς νοητόν, καὶ νοοῦν καὶ νοούμενον, καὶ ἑαυτῷ ὁρώμενον καὶ οὐ δεόμενον ἄλλου, ἵνα ἴδῃ, αὑτῷ αὔταρκες πρὸς τὸ ἰδεῖν: καὶ γὰρ ὃ ὁρᾷ αὐτό ἐστι: γιγνωσκόμενον καὶ παῤ ἡμῶν αὐτῷ ἐκείνῳ, ὡς καὶ παῤ ἡμῶν τὴν γνῶσιν αὐτοῦ δἰ αὐτοῦ γίγνεσθαι: ἢ πόθεν ἂν ἔσχομεν λέγειν περὶ αὐτοῦ; τοιοῦτόν ἐστιν, οἷον σαφέστερον μὲν ἀντιλαμβάνεσθαι αὑτοῦ, ἡμᾶς δὲ δἰ αὐτοῦ: διὰ δὲ τῶν τοιούτων λογισμῶν ἀνάγεσθαι καὶ τὴν ψυχὴν ἡμῶν εἰς αὐτὸ εἰκόνα θεμένην ἑαυτὴν εἶναι ἐκείνου, ὡς τὴν αὐτῆς ζωὴν ἴνδαλμα καὶ ὁμοίωμα εἶναι ἐκείνου, καὶ ὅταν νοῇ, θεοειδῆ καὶ νοοειδῆ γίνεσθαι: καὶ ἐάν τις αὐτὴν ἀπαιτῇ, ὁποῖον ὁ νοῦς ἐκεῖνός ἐστιν ὁ τέλειος καὶ πᾶς, ὁ γιγνώσκων πρώτως ἑαυτόν, ἐν τῷ νῷ αὐτὴν πρῶτον γενομένην ἢ παραχωρήσασαν τῷ νῷ τὴν ἐνέργειαν, ὧν ἔσχε τὴν μνήμην ἐπ’ αὐτῇ, ταὐτὰ δὴ ἔχουσαν δεικνύναι ἑαυτήν, ὡς δἰ αὐτῆς εἰκόνος οὔσης ὁρᾶν δύνασθαι ἀμηγέπη ἐκεῖνον, διὰ τῆς ἐκείνῳ πρὸς τὸ ἀκριβέστερον ὡμοιωμένης, ὅσον ψυχῆς μέρος εἰς ὁμοιότητα νῷ δύναται ἐλθεῖν.