Ancient Greek · ~15 min
Book 6, ΠΕΡΙ ΑΡΙΘΜΩΝ.
Plotinus, Enneades 6.13.1
Not analysed yet
τὸ δὴ ἀπὸ τοῦ ὑποκειμένου γενέσθαι τὴν νόησιν τοῦ ἑνὸς τοῦ ὑποκειμένου καὶ τοῦ ἐν αἰσθήσει ἀνθρώπου ὄντος ἢ ἄλλου ὁτουοῦν ζῴου ἢ καὶ λίθου πῶς ἂν εἴη εὔλογον, ἄλλου μὲν ὄντος τοῦ φανέντος, ἄλλου δὲ καὶ οὐ ταὐτοῦ ὄντος τοῦ ἕν; οὐ γὰρ ἂν καὶ ἐπὶ τοῦ μὴ ἀνθρώπου τὸ ἓν ἡ διάνοια κατηγόρει. ἔπειτα, ὥσπερ ἐπὶ τοῦ δεξιοῦ καὶ τῶν τοιούτων οὐ μάτην κινουμένη, ἀλλ̓ ὁρῶσα θέσιν διάφορον ἔλεγε τὸ ὡδί, οὑτωσί τι ἐνταῦθα ὁρῶσα λέγει ἕν: οὐ γὰρ δὴ κενὸν πάθημα καὶ ἐπὶ μηδενὶ τὸ ἓν λέγει. οὐ γὰρ διότι μόνον καὶ οὐκ ἄλλο: καὶ γὰρ ἐν τῷ ʽκαὶ οὐκ ἄλλὀ ἄλλο ἓν λέγει: ἔπειτα τὸ ἄλλο καὶ τὸ ἕτερον ὕστερον. μὴ γὰρ ἐρείσασα πρὸς ἓν οὔτε ἄλλο ἐρεῖ ἡ διάνοια οὔτε ἕτερον, τό τε μόνον ὅταν λέγῃ, ἓν μόνον λέγει: ὥστε τὸ ἓν λέγει πρὸ τοῦ μόνον. ἔπειτα τὸ λέγον, πρὶν εἰπεῖν περὶ ἄλλου ἕν, ἐστὶν ἓν καὶ περὶ οὗ λέγει, πρὶν εἰπεῖν ἢ νοῆσαί τινα περὶ αὐτοῦ, ἐστὶν ἕν. ἢ γὰρ ἓν ἢ πλείω ἑνὸς καὶ πολλά: καὶ εἰ πολλά, ἀνάγκη προυπάρχειν ἕν. ἐπεὶ καὶ ὅταν πλῆθος λέγῃ, πλείω ἑνὸς λέγει, καὶ στρατόν, πολλοὺς ὡπλισμένους καὶ εἰς ἓν συντεταγμένους νοεῖ: κἂν πλῆθος ὂν οὐκ ἐᾷ πλῆθος εἶναι ἡ διάνοια, δῆλόν που καὶ ἐνταῦθα ποιεῖ ἢ διδοῦσα τὸ ἕν, ὃ μὴ ἔχει τὸ πλῆθος, ἢ ὀξέως τὸ ἓν τὸ ἐκ τῆς τάξεως ἰδοῦσα τὴν τοῦ πολλοῦ φύσιν συνήγαγεν εἰς ἕν: οὐδὲ γὰρ οὐδ̓ ἐνταῦθα τὸ ἓν ψεύδεται, ὥσπερ καὶ ἐπὶ οἰκίας τὸ ἐκ πολλῶν λίθων ἕν, μᾶλλον μέντοι τὸ ἓν ἐπὶ οἰκίας. εἰ οὖν μᾶλλον ἐπὶ τοῦ συνεχοῦς καὶ μᾶλλον ἐπὶ τοῦ μὴ μεριστοῦ, δῆλον ὅτι ὄντος τινὸς φύσεως τοῦ ἑνὸς καὶ ὑφεστώσης. οὐ γὰρ οἷόν τε ἐν τοῖς μὴ οὖσι τὸ μᾶλλον εἶναι, ἀλλ̓ ὥσπερ τὴν οὐσίαν κατηγοροῦντες καθ̓ ἑκάστου τῶν αἰσθητῶν, κατηγοροῦντες δὲ καὶ κατὰ τῶν νοητῶν, κυριώτερον κατὰ τῶν νοητῶν τὴν κατηγορίαν ποιούμεθα ἐν τοῖς οὖσι τὸ μᾶλλον καὶ κυριώτερον τιθέντες, καὶ τὸ ὂν μᾶλλον ἐν οὐσίᾳ καὶ αἰσθητῇ ἢ ἐν τοῖς ἄλλοις γένεσιν, οὕτω καὶ τὸ ἓν μᾶλλον καὶ κυριώτερον ἔν τε τοῖς αἰσθητοῖς αὐτοῖς διάφορον κατὰ τὸ μᾶλλον καὶ ἐν τοῖς νοητοῖς ὁρῶντας εἶναι κατὰ πάντας τοὺς τρόπους, εἰς ἀναφορὰν μέντοι ἑνὸς εἶναι φατέον. ὥσπερ δὲ ἡ οὐσία καὶ τὸ εἶναι νοητὸν καὶ οὐκ αἰσθητόν ἐστι, κἂν μετέχῃ τὸ αἰσθητὸν αὐτῶν, οὕτω καὶ τὸ ἓν περὶ αἰσθητὸν μὲν ἂν κατὰ μετοχὴν θεωροῖτο, νοητὸν μέντοι καὶ νοητῶς ἡ διάνοια αὐτὸ λαμβάνει: ὥστε ἀπ̓ ἄλλου ἄλλο νοεῖ, ὃ οὐχ ὁρᾷ: προῄδει ἄρα. εἰ δὲ προῄδει, ὂν τόδε τι ταὐτὸν τῷ ὄν, καὶ ὅταν τι ἕν, ἓν αὖ λέγει: ὥσπερ ὅταν τινὲς δύο καὶ ὅταν τινὰς πολλούς. εἰ τοίνυν μήτε τι νοῆσαι ἔστιν ἄνευ τοῦ ἓν ἢ τοῦ δύο ἤ τινος ἀριθμοῦ, πῶς οἷόν τε ἄνευ οὗ οὐχ οἷόν τέ τι νοῆσαι ἢ εἰπεῖν μὴ εἶναι; οὗ γὰρ μὴ ὄντος μηδ̓ ὁτιοῦν δύναται νοῆσαι ἢ εἰπεῖν λέγειν μὴ εἶναι ἀδύνατον: ἀλλ̓ οὗ χρεία πανταχοῦ πρὸς παντὸς νοήματος ἢ λόγου γένεσιν προυπάρχειν δεῖ καὶ λόγου καὶ νοήσεως: οὕτω γὰρ ἂν πρὸς τὴν τούτων γένεσιν παραλαμβάνοιτο. εἰ δὲ καὶ εἰς οὐσίας ἑκάστης ὑπόστασιν —οὐδὲν γὰρ ὄν, ὃ μὴ ἕν —καὶ πρὸ οὐσίας ἂν εἴη καὶ γεννῶν τὴν οὐσίαν. διὸ καὶ ἓν ὄν, ἀλλ̓ οὐκ ὄν, εἶτα ἕν: ἐν μὲν γὰρ τῷ ὂν καὶ ἓν πολλὰ ἂν εἴη, ἐν δὲ τῷ ἓν οὐκ ἔνι τὸ ὄν, εἰ μὴ καὶ ποιήσειεν αὐτὸ προσνεῦσαν αὐτοῦ τῇ γενέσει. καὶ τὸ τοῦτο δὲ οὐ κενόν: ὑπόστασιν γὰρ δεικνυμένην λέγει ἀντὶ τοῦ ὀνόματος αὐτοῦ καὶ παρουσίαν τινά, οὐσίαν ἢ ἄλλο τι τῶν ὄντων: ὥστε τὸ τοῦτο σημαίνοι ἂν οὐ κενόν τι οὐδ̓ ἐστὶ πάθημα της διανοίας ἐπὶ μηδενὶ ὄντι, ἀλλ̓ ἔστι πρᾶγμα ὑποκείμενον, ὥσπερ εἰ καὶ τὸ ἴδιον αὐτοῦ τινος ὄνομα λέγοι.