Ancient Greek · ~8 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.2-2
Not analysed yet
καὶ πρῶτον περὶ τῆς λεγομένης οὐσίας θεωρητέον συγχωροῦντας τὴν περὶ τὰ σώματα φύσιν ὁμωνύμως ἢ οὐδὲ ὅλως οὐσίαν διὰ τὸ ἐφαρμόττειν τὴν ἔννοιαν ῥεόντων, ἀλλὰ γένεσιν οἰκείως λέγεσθαι. εἶτα τῆς γενέσεως τὰ μὲν τοῖα, τὰ δὲ τοῖα: καὶ τὰ μὲν σώματα εἰς ἕν, τά τε ἁπλᾶ τά τε σύνθετα, τά τε συμβεβηκότα ἢ παρακολουθοῦντα, διαιροῦντας ἀπ̓ ἀλλήλων καὶ ταῦτα: ἢ τὸ μὲν ὕλην, τὸ δὲ εἶδος ἐπ’ αὐτῇ, καὶ χωρὶς ἑκάτερον ὡς γένος ἢ ὑφ̓ ἓν ἄμφω, ὡς οὐσίαν ἑκάτερον ὁμωνύμως ʽἢ γένεσιν̓. ἀλλὰ τί τὸ κοινὸν ἐπὶ ὕλης καὶ εἴδους; πῶς δὲ γένος ἡ ὕλη καὶ τίνων; τίς γὰρ διαφορὰ ὕλης; ἐν τίνι δὲ τὸ ἐξ ἀμφοῖν τακτέον; εἰ δὲ τὸ ἐξ ἀμφοῖν εἴη αὐτὸ ἡ σωματικὴ οὐσία, ἐκείνων δὲ ἑκάτερον οὐ σῶμα, πῶς ἂν ἐν ἑνὶ τάττοιτο καὶ τῷ αὐτῷ μετὰ τοῦ συνθέτου; πῶς δ̓ ἂν τὰ στοιχεῖά τινος μετ̓ αὐτοῦ; εἰ δ̓ ἀπὸ τῶν σωμάτων ἀρχοίμεθα, ἀρχοίμεθ̓ ἂν ἀπὸ συλλαβῶν. διὰ τί δὲ οὐκ ἀνὰ λόγον, εἰ καὶ μὴ κατὰ ταὐτὰ ἡ διαίρεσις, λέγοιμεν ἂν ἀντὶ μὲν τοῦ ἐκεῖ ὄντος ἐνταῦθα τὴν ὕλην, ἀντὶ δὲ τῆς ἐκεῖ κινήσεως ἐνταῦθα τὸ εἶδος, οἷον ζωήν τινα καὶ τελείωσιν τῆς ὕλης, τῆς δὲ ὕλης τὴν οὐκ ἔκστασιν κατὰ τὴν στάσιν, καὶ τὸ ταὐτὸν καὶ θάτερον οὔσης καὶ ἐνταῦθα ἑτερότητος πολλῆς καὶ ἀνομοιότητος μᾶλλον; ἢ πρῶτον μὲν ἡ ὕλη οὐχ οὕτως ἔχει καὶ λαμβάνει τὸ εἶδος ὡς ζωὴν αὐτῆς οὐδὲ ἐνέργειαν αὐτῆς, ἀλλ̓ ἔπεισιν ἀλλαχόθεν οὐκ ὄν τι ἐκείνης. εἶτα ἐκεῖ τὸ εἶδος ἐνέργεια καὶ κίνησις, ἐνταῦθα δὲ ἡ κίνησις ἄλλο καὶ συμβεβηκός: τὸ δὲ εἶδος στάσις αὐτῆς μᾶλλον καὶ οἷον ἡσυχία: ὁρίζει γὰρ ἀόριστον οὖσαν: τό τε ταὐτὸν ἐκεῖ καὶ τὸ ἕτερον ἑνὸς τοῦ αὐτοῦ καὶ ἑτέρου ὄντος, ἐνταῦθα δὲ ἕτερον μεταλήψει καὶ πρὸς ἄλλο καὶ τὶ ταὐτὸν καὶ ἕτερον οὐδ̓ ὡς ἐκεῖ εἴη ἄν τι ἐν τοῖς ὑστέροις. στάσις δὲ τῆς ὕλης πῶς ἐπὶ πάντα ἑλκομένης μεγέθη καὶ ἔξωθεν τὰς μορφὰς καὶ οὐκ αὐτάρκους ἑαυτῇ μετὰ τούτων τὰ ἄλλα γεννᾶν; ταύτην μὲν οὖν τὴν διαίρεσιν ἀφετέον.