Ancient Greek · ~7 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 6.20-2
Not analysed yet
λάβωμεν οὖν τὸν μὲν εἶναι νοῦν οὐδὲν ἐφαπτόμενον τῶν ἐν μέρει οὐδ̓ ἐνεργοῦντα περὶ ὁτιοῦν, ἵνα μὴ τὶς νοῦς γίγνοιτο, ὥσπερ ἐπιστήμη πρὸ τῶν ἐν μέρει εἰδῶν, καὶ ἡ ἐν εἴδει δὲ ἐπιστήμη πρὸ τῶν ἐν αὐτῇ μερῶν: πᾶσα μὲν οὐδὲν τῶν ἐν μέρει δύναμις πάντων, ἕκαστον δὲ ἐνεργείᾳ ἐκεῖνο, καὶ δυνάμει δὲ πάντα, καὶ ἐπὶ τῆς καθόλου ὡσαύτως: αἱ μὲν ἐν εἴδει, αἳ ἐν τῇ ὅλῃ δυνάμει κεῖνται, αἳ δὴ τὸ ἐν εἴδει λαβοῦσαι δυνάμει εἰσὶν ἡ ὅλη —κατηγορεῖται γὰρ ἡ πᾶσα, οὐ μόριον τῆς πάσης: αὐτήν γε μὴν δεῖ ἀκέραιον ἐφ̓ ἑαυτῆς εἶναι —οὕτω δὴ ἄλλως μὲν νοῦν τὸν ξύμπαντα εἰπεῖν εἶναι πρὸ τῶν καθέκαστον ἐνεργείᾳ ὄντων, ἄλλως δὲ ἑκάστους, τοὺς μὲν ἐν μέρει ἐκ πάντων πληρωθέντας, τὸν δὲ ἐπὶ πᾶσι νοῦν χορηγὸν μὲν τοῖς καθ̓ ἕκαστα, δύναμιν δὲ αὐτῶν εἶναι καὶ ἔχειν ἐν τοῖς καθόλου ἐκείνους, ἐκείνους τε αὖ ἐν τοῖς ἐν μέρει οὖσιν ἔχειν τὸν καθόλου, ὡς ἡ τὶς ἐπιστήμη τὴν ἐπιστήμην: καὶ εἶναι καὶ καθ̓ αὑτὸν τὸν μέγαν νοῦν καὶ ἑκάστους αὖ ἐν αὑτοῖς ὄντας, καὶ ἐμπεριέχεσθαι αὖ τοὺς ἐν μέρει τῷ ὅλῳ καὶ τὸν ὅλον τοῖς ἐν μέρει, ἑκάστους δὲ ἐφ̓ ἑαυτῶν καὶ ἐν ἄλλῳ καὶ ἐφ̓ ἑαυτοῦ ἐκεῖνον καὶ ἐν ἐκείνοις, καὶ ἐν ἐκείνῳ μὲν πάντας ἐφ̓ ἑαυτοῦ ὄντι δυνάμει, ἐνεργείᾳ ὄντι τὰ πάντα ἅμα, δυνάμει δὲ ἕκαστον χωρίς, τοὺς δ̓ αὖ ἐνεργείᾳ μὲν ὃ εἰσί, δυνάμει δὲ τὸ ὅλον. καθ̓ ὅσον μὲν γὰρ τοῦτο ὃ λέγονταί εἰσιν, ἐνεργείᾳ εἰσὶν ἐκεῖνο ὃ λέγονται: ᾗ δ̓ ἐν γένει ἐκείνῳ, δυνάμει ἐκεῖνο: ὁ δ̓ αὖ, ᾗ μὲν γένος, δύναμις πάντων τῶν ὑπ’ αὐτὸν εἰδῶν καὶ οὐδὲν ἐνεργείᾳ ἐκείνων, ἀλλὰ πάντα ἐν αὐτῷ ἥσυχα: ᾗ δὲ ὅ ἐστι πρὸ τῶν εἰδῶν ἐνεργείᾳ, τῶν οὐ καθ̓ ἕκαστα. δεῖ δή, εἴπερ ἐνεργείᾳ ἔσονται, οἷον ἐν εἴδει, τὴν ἀπ̓ αὐτοῦ ἐνέργειαν αἰτίαν γίγνεσθαι.