Ancient Greek · ~8 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 6.21
Not analysed yet
τίνι οὖν γνωριοῦμεν τὸ πάσχειν; οὐ γὰρ δὴ τῇ ἐνεργείᾳ τῇ παῤ ἄλλου, εἰ ὁ τὴν ἐνέργειαν παραδεξάμενος αὑτοῦ ἐποιήσατο διαδεξάμενος. ἀλλ̓ ἆρα ὅπου μὴ ἐνέργεια, πεῖσις δὲ μόνον; τί οὖν, εἰ κάλλιον γίγνοιτο, ἡ δὲ ἐνέργεια τὸ χεῖρον ἔχοι; ἢ εἰ κατὰ κακίαν ἐνεργοῖ τις καὶ ἄρχοι εἰς ἄλλον ἀκολάστως; ἢ οὐδὲν κωλύει ἐνέργειαν εἶναι φαύλην καὶ πεῖσιν καλήν. τίνι οὖν διοριοῦμεν; ἆρα τῷ τὸ μὲν εἰς ἄλλον παῤ αὑτοῦ, τὸ δὲ ἀφ̓ ἑτέρου ἐν ἄλλῳ; τί οὖν, εἰ ἐξ αὑτοῦ μέν, μὴ εἰς ἄλλον δέ, οἷον τὸ νοεῖν, τὸ δοξάζειν; τὸ δὲ θερμανθῆναι παῤ αὑτοῦ διανοηθέντος ἢ θυμωθέντος ἐκ δόξης μηδενὸς ἔξωθεν προσελθόντος. ἢ τὸ μὲν ποιεῖν, εἴτε ἐν αὐτῷ εἴτε εἰς ἄλλο τι ὄν, κίνημα ἐξ αὑτοῦ. ἡ οὖν ἐπιθυμία τί καὶ πᾶσα ὄρεξις; ἢ ἡ ὄρεξις κινεῖται ἀπὸ τοῦ ὀρεκτοῦ, εἰ μή τις μὴ προσποιοῖ τὸ ἀφ̓ οὗ κεκίνηται, ὅτι δὲ μετ̓ ἐκεῖνο ἐγήγερται. τί οὖν διαφέρει τοῦ πεπλῆχθαι ἢ ὠσθέντα κατενεχθῆναι; ἀλλ̓ ἆρα διαιρετέον τὰς ὀρέξεις λέγοντα τὰς μὲν ποιήσεις, ὅσαι νῷ ἑπόμεναι, τὰς δὲ ὁλκὰς οὔσας πείσεις, τὸ δὲ πάσχειν οὐ τῷ παῤ ἑτέρου ἢ παῤ ἑαυτοῦ —ἀπείη γὰρ ἄν τι ἐν ἑαυτῷ —ἀλλ̓ ὅταν μηδὲν συμβαλλόμενον αὐτὸ ὑπομείνῃ ἀλλοίωσιν τὴν μὴ εἰς οὐσίαν ἄγουσαν, ἥτις ἐξίστησι πρὸς τὸ χεῖρον ἢ μὴ πρὸς τὸ βέλτιον, τὴν τοιαύτην ἀλλοίωσιν πεῖσιν καὶ τὸ πάσχειν ἔχειν; ἀλλ̓ εἰ τὸ θερμαίνεσθαι θερμότητά ἐστιν ἴσχειν, εἴη δὲ τῷ μὲν εἰς οὐσίαν συντελοῦν, τῷ δὲ μή, τὸ αὐτὸ πάσχειν καὶ οὐ πάσχειν ἔσται. καὶ πῶς οὐ τὸ θερμαίνεσθαι διττόν; ἢ τὸ θερμαίνεσθαι, ὅταν εἰς οὐσίαν συντελῇ, καὶ τότε ἄλλου πάσχοντος εἰς οὐσίαν συντελέσει, οἷον θερμαινομένου τοῦ χαλκοῦ καὶ πάσχοντος, ἡ δὲ οὐσία ὁ ἀνδριάς, ὃς οὐκ αὐτὸς ἐθερμαίνετο, ἀλλ̓ ἢ κατὰ συμβεβηκός. εἰ οὖν καλλίων ὁ χαλκὸς ἀπὸ τοῦ θερμαίνεσθαι ἢ κατὰ τὸ θερμαίνεσθαι, οὐδὲν κωλύει πάσχειν λέγειν: διττὸν γὰρ εἶναι τὸ πάσχειν, τὸ μὲν ἐν τῷ χεῖρον γίγνεσθαι, τὸ δ̓ ἐν τῷ βέλτιον, ἢ οὐδέτερον.