Ancient Greek · ~11 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 6.22-2
Not analysed yet
καὶ ᾐνιγμένως Πλάτωνι τὸ ʽᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ παντελεῖ ζῴῳ οἷαί τε ἔνεισι καὶ ὅσαι καθορᾆ. ἐπεὶ καὶ ψυχὴ μετὰ νοῦν, καθ̓ ὅσον ψυχὴ ἔχουσα ἐν αὑτῇ, ἐν τῷ πρὸ αὑτῆς βέλτιον καθορᾷ: καὶ ὁ νοῦς ἡμῶν ἔχων ἐν τῷ πρὸ αὑτοῦ βέλτιον καθορᾷ: ἐν μὲν γὰρ αὑτῷ καθορᾷ μόνον, ἐν δὲ τῷ πρὸ αὑτοῦ καὶ καθορᾷ, ὅτι καθορᾷ. ὁ δὴ νοῦς οὗτος, ὅν φαμεν καθορᾶν, οὐκ ἀπαλλαγεὶς τοῦ πρὸ αὐτοῦ ἐξ αὐτοῦ ὤν, ἅτε ὢν ἐξ ἑνὸς πολλὰ καὶ τὴν τοῦ θατέρου φύσιν συνοῦσαν ἔχων, εἷς πολλὰ γίνεται. εἷς δὲ νοῦς τὰ πολλὰ ὢν καὶ τοὺς πολλοὺς νοῦς ποιεῖ ἐξ ἀνάγκης τῆς τοιαύτης. ὅλως δὲ οὐκ ἔστι τὸ ἓν ἀριθμῷ λαβεῖν καὶ ἄτομον: ὅ τι γὰρ ἂν λάβῃς, εἶδος: ἄνευ γὰρ ὕλης. διὸ καὶ τοῦτο αἰνιττόμενος ὁ Πλάτων εἰς ἄπειρά φησι κατακερματίζεσθαι τὴν οὐσίαν. ἕως μὲν γὰρ εἰς ἄλλο εἶδος, οἷον ἐκ γένους, οὔπω ἄπειρον: περατοῦται γὰρ τοῖς γεννηθεῖσιν εἴδεσι: τὸ δ̓ ἔσχατον εἶδος, ὃ μὴ διαιρεῖται εἰς εἴδη, μᾶλλον ἄπειρον. καὶ τοῦτό ἐστι τὸ ʽτότε δὲ ἤδη εἰς τὸ ἄπειρον μεθέντα ἐᾶν χαίρειν̓. ἀλλ̓ ὅσον μὲν ἐπ’ αὐτοῖς, ἄπειρα: τῷ δὲ ἑνὶ περιληφθέντα εἰς ἀριθμὸν ἔρχεται ἤδη. νοῦς μὲν οὖν ἔχει τὸ μεθ̓ ἑαυτὸν ψυχήν, ὥστε ἐν ἀριθμῷ εἶναι καὶ ψυχὴν μέχρι τοῦ ἐσχάτου αὐτῆς, τὸ δὲ ἔσχατον αὐτῆς ἤδη ἄπειρον παντάπασι. καὶ ἔστι νοῦς μὲν ὁ τοιοῦτος μέρος, καίπερ τὰ πάντα ἔχων, καὶ ὁ πᾶς καὶ οἱ αὐτοῦ μέρη ἐνεργείᾳ ὄντα αὐτοῦ ὄντος μέρους, ψυχὴ δὲ μέρος μέρους, ἀλλ̓ ὡς ἐνέργεια ἐξ αὐτοῦ: ὅτε μὲν γὰρ ἐν αὑτῷ ἐνεργεῖ, τὰ ἐνεργούμενα οἱ ἄλλοι νοῖ, ὅτε δὲ ἐξ αὑτοῦ, ψυχή. ψυχῆς δὲ ἐνεργούσης ὡς γένους ἢ εἴδους αἱ ἄλλαι ψυχαὶ ὡς εἴδη: καὶ τούτων αἱ ἐνέργειαι διτταί. ἡ μὲν γὰρ πρὸς τὸ ἄνω νοῦς, ἡ δὲ πρὸς τὸ κάτω αἱ ἄλλαι δυνάμεις κατὰ λόγον: ἡ δὲ ἐσχάτη ὕλης ἤδη ἐφαπτομένη καὶ μορφοῦσα καὶ τὸ κάτω αὐτῆς τὸ ἄλλο πᾶν οὐ κωλύει εἶναι ἄνω. ἢ καὶ τὸ κάτω λεγόμενον αὐτῆς ἴνδαλμά ἐστιν αὐτῆς, οὐκ ἀποτετμημένον δέ, ἀλλ̓ ὡς τὰ ἐν τοῖς κατόπτροις, ἕως ἂν τὸ ἀρχέτυπον παρῇ ἔξω. δεῖ δὲ λαβεῖν, πῶς τὸ ἔξω. καὶ μέχρι τοῦ πρὸ τοῦ εἰδώλου ὁ νοητὸς κόσμος ἅπας τέλειος ἐκ πάντων νοητῶν, ὥσπερ ὅδε μίμημα ὢν ἐκείνου, καθ̓ ὅσον οἷόν τε ἀποσώζειν εἰκόνα ζῴου, ζῷον αὐτό, ὡς τὸ γεγραμμένον ἢ τὸ ἐν ὕδατι φάντασμα τοῦ πρὸ ὕδατος καὶ γραφῆς δοκοῦντος εἶναι. τὸ δὲ μίμημα τὸ ἐν γραφῇ καὶ ὕδατι οὐ τοῦ συναμφοτέρου, ἀλλὰ τοῦ ἑτέρου τοῦ μορφωθέντος ὑπὸ θατέρου. νοητοῦ τοίνυν εἰκὼν ἔχουσα ἰνδάλματα οὐ τοῦ πεποιηκότος, ἀλλὰ τῶν περιεχομένων ἐν τῷ πεποιηκότι, ὧν καὶ ἄνθρωπος καὶ ἄλλο πᾶν ζῷον: ζῷον δὲ καὶ τοῦτο καὶ τὸ πεποιηκός, ἄλλως ἑκάτερον καὶ ἄμφω ἐν νοητῷ.