Ancient Greek · ~3 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 6.24
Not analysed yet
ἐπὶ δὲ τοῦ κεῖσθαι, ἐν ὀλίγοις καὶ αὐτὸ ὄν ἀνακεῖσθαι, καθῆσθαι: καίτοι οὐ κεῖσθαι ἁπλῶς λεγομένων. ἀλλὰ ʽπὼς κεῖνταἰ καὶ ʽκεῖται ἐν σχήματι τοιῷδἐ. καὶ τὸ μὲν σχῆμα ἄλλο: τοῦ δὲ κεῖσθαι τί ἄλλο σημαίνοντος ἢ ʽἐν τόπῳ ἐστίν̓, εἰρημένου τοῦ σχήματος καὶ τοῦ τόπου, τί δεῖ εἰς ἓν δύο κατηγορίας συνάπτειν; ἔπειτα, εἰ μὲν τὸ κάθηται ἐνέργειαν σημαίνει, ἐν ταῖς ἐνεργείαις τακτέον, εἰ δὲ πάθος, ἐν τῷ πεπονθέναι ἢ πάσχειν. τὸ δὲ ἀνάκειται τί ἄλλο ἢ ἄνω κεῖται, ὥσπερ καὶ τὸ κάτω κεῖται ἢ μεταξὺ κεῖται. διὰ τί δὲ ἀνακλ̣̔?ʼσεως οὔσης ἐν τῷ πρός τι οὐχὶ καὶ ὁ ἀνακείμενος ἐκεῖ; ἐπεὶ καὶ τοῦ δεξιοῦ ὄντος ἐκεῖ καὶ ὁ δεξιὸς ἐκεῖ καὶ ὁ ἀριστερός. ταῦτα μὲν οὖν ἐπὶ τούτων.