Ancient Greek · ~9 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 6.29
Not analysed yet
τὰ δὲ ποια αὐτοῖς ἕτερα μὲν δεῖ εἶναι τῶν ὑποκειμένων, καὶ λέγουσιν: οὐ γὰρ ἂν αὐτὰ δεύτερα κατηρίθμουν. εἰ τοίνυν ἕτερα, δεῖ αὐτὰ καὶ ἁπλᾶ εἶναι: εἰ τοῦτο, μὴ σύνθετα: εἰ τοῦτο, μηδ̓ ὕλην ἔχειν, ᾗ ποιά: εἰ τοῦτο, ἀσώματα εἶναι καὶ δραστήρια: ἡ γὰρ ὕλη πρὸς τὸ πάσχειν αὐτοῖς ὑπόκειται. εἰ δὲ σύνθετα, πρῶτον μὲν ἄτοπος ἡ διαίρεσις ἀπλᾶ καὶ σύνθετα ἀντιδιαστέλλουσα καὶ ταῦτα ὑφ̓ ἓν γένος, ἔπειτα ἐν θατέρῳ τῶν εἰδῶν τὸ ἕτερον τιθεῖσα, ὥσπερ ἂν τις διαιρῶν τὴν ἐπιστήμην τὴν μὲν γραμματικὴν λέγοι, τὴν δὲ γραμματικὴν καὶ ἄλλο τι. εἰ δὲ τὰ ποιὰ ὕλην ποιὰν λέγοιεν, πρῶτον μὲν οἱ λόγοι αὐτοῖς ἔνυλοι, ἀλλ̓ οὐκ ἐν ὕλῃ γενόμενοι, σύνθετόν τι ποιήσουσιν, ἀλλὰ πρὸ τοῦ συνθέτου ὃ ποιοῦσιν ἐξ ὕλης καὶ εἴδους ἔσονται: οὐκ ἄρα αὐτοὶ εἴδη οὐδὲ λόγοι. εἰ δὲ λέγοιεν μηδὲν εἶναι τοὺς λόγους ἢ ὕλην πως ἔχουσαν, τὰ ποιὰ δηλονότι πως ἔχοντα ἐροῦσι καὶ ἐν τῷ τετάρτῳ γένει τακτέον. εἰ δὲ ἥδε ἡ σχέσις ἄλλη, τίς ἡ διαφορά; ἢ δηλονότι τό πως ἔχειν ἐνταῦθα ὑπόστασις μᾶλλον: καίτοι εἰ μὴ κἀκεῖ ὑπόστασις, τί καταριθμοῦσιν ὡς ἓν γένος ἢ εἶδος; οὐ γὰρ δὴ ὑπὸ τὸ αὐτὸ τὸ μὲν ὄν, τὸ δὲ οὐκ ὂν δύναται εἶναι. ἀλλὰ τί τοῦτο τὸ ἐπὶ τῇ ὕλῃ πως ἔχον; ἢ γὰρ ὂν ἢ οὐκ ὄν. καὶ εἰ ὄν, πάντως ἀσώματον: εἰ δὲ οὐκ ὄν, μάτην λέγεται, καὶ ὕλη μόνον, τὸ δὲ ποιὸν οὐδέν. ἀλλ̓ οὐδὲ τό πως ἔχον: ἔτι γὰρ μᾶλλον οὐκ ὄν. τὸ δὲ τέταρτον λεχθὲν καὶ πολλῷ μᾶλλον. μόνον ὂν ἄρα ὕλη. τίς οὖν τοῦτό φησιν; οὐ γὰρ δὴ αὐτὴ ἡ ὕλη: εἰ μὴ ἄρα αὐτή, πὼς γὰρ ἔχουσα ὁ νοῦς —καίτοι τό πως ἔχουσα προσθήκη κενή —ἡ ὕλη ἄρα λέγει ταῦτα καὶ καταλαμβάνει. καὶ εἰ μὲν ἔλεγεν ἔμφρονα, θαῦμα ἂν ἦν, πῶς καὶ νοεῖ καὶ ψυχῆς ἔργα ποιεῖ οὔτε νοῦν οὔτε ψυχὴν ἔχουσα: εἰ δ̓ ἀφρόνως λέγοι αὑτὴν τιθεῖσα ὃ μή ἐστι μηδὲ δύναται, τίνι ταύτην δεῖ ἀνατιθέναι τὴν ἀφροσύνην; ἤ, εἰ ἔλεγεν αὐτή: νῦν δὲ οὔτε λέγει ἐκείνη, ὅ τε λέγων πολὺ τὸ παῤ ἐκείνης ἔχων λέγει, ὅλος μὲν ὢν ἐκείνης, εἰ καὶ μόνον ψυχὴν ἔχοι, ἀγνοίᾳ δὲ αὑτοῦ καὶ δυνάμεως τῆς λέγειν τἀληθῆ περὶ τῶν τοιούτων δυναμένης.