Ancient Greek · ~9 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.32
Not analysed yet
ποῦ οὖν ὁ ποιήσας τὸ τοσοῦτον κάλλος καὶ τὴν τοσαύτην ζωὴν καὶ γεννήσας οὐσίαν; ὁρᾷς τὸ ἐπ’ αὐτοῖς ἅπασι ποικίλοις οὖσιν εἴδεσι κάλλος; καλὸν μὲν ὡδὶ μένειν: ἀλλ̓ ἐν καλῷ ὄντα δεῖ βλέπειν, ὅθεν ταῦτα καὶ ὅθεν καλά. δεῖ δ̓ αὐτὸν εἶναι τούτων μηδὲ ἕν: τὶ γὰρ αὐτῶν ἔσται μέρος τε ἔσται. οὐ τοίνυν οὐδὲ τοιαύτη μορφὴ οὐδέ τις δύναμις οὐδ̓ αὖ πᾶσαι αἱ γεγενημέναι καὶ οὖσαι ἐνταῦθα, ἀλλὰ δεῖ ὑπὲρ πάσας εἶναι δυνάμεις καὶ ὑπὲρ πάσας μορφάς. ἀρχὴ δὲ τὸ ἀνείδεον, οὐ τὸ μορφῆς δεόμενον, ἀλλ̓ ἀφ̓ οὗ πᾶσα μορφὴ νοερά. τὸ γὰρ γενόμενον, εἴπερ ἐγίνετο, ἔδει γενέσθαι τι καὶ μορφὴν ἰδίαν ἔσχεν: ὃ δὲ μηδεὶς ἐποίησε, τίς ἂν ποιήσειεν; οὐδὲν οὖν τοῦτο τῶν ὄντων καὶ πάντα: οὐδὲν μέν, ὅτι ὕστερα τὰ ὄντα, πάντα δέ, ὅτι ἐξ αὐτοῦ. πάντα δὲ ποιεῖν δυνάμενον τί ἂν μέγεθος ἔχοι; ἢ ἄπειρον ἂν εἴη. ἀλλ̓ εἰ ἄπειρον, μέγεθος ἂν ἔχοι οὐδέν: καὶ γὰρ μέγεθος ἐν τοῖς ὑστάτοις: καὶ δεῖ, εἰ καὶ τοῦτο ποιήσει, αὐτὸν μὴ ἔχειν. τό τε τῆς οὐσίας μέγα οὐ ποσόν: ἔχοι δ̓ ἂν καὶ ἄλλο τι μετ̓ αὐτὸν τὸ μέγεθος. τὸ δὲ μέγα αὐτοῦ τὸ μηδὲν αὐτοῦ εἶναι δυνατώτερον παρισοῦσθαί τε μηδὲν δύνασθαι: τίνι γὰρ τῶν αὐτοῦ εἰς ἴσον ἄν τι ἔλθοι μηδὲν ταὐτὸν ἔχον; τό τε εἰς ἀεὶ καὶ εἰς πάντα οὐ μέτρον αὐτῷ δίδωσιν οὐδ̓ αὖ ἀμετρίαν: πῶς γὰρ ἂν τὰ ἄλλα μετρήσειεν; οὐ τοίνυν αὖ οὐδὲ σχῆμα. καὶ μήν, ὅτου ἂν ποθεινοῦ ὄντος μήτε σχῆμα μήτε μορφὴν ἔχῃς λαβεῖν, ποθεινότατον καὶ ἐρασμιώτατον ἂν εἴη, καὶ ὁ ἔρως ἂν ἄμετρος εἴη: οὐ γὰρ ὥρισται ἐνταῦθα ὁ ἔρως, ὅτι μηδὲ τὸ ἐρώμενον, ἀλλ̓ ἄπειρος ἂν εἴη ὁ τούτου ἔρως, ὥστε καὶ τὸ κάλλος αὐτοῦ ἄλλον τρόπον καὶ κάλλος ὑπὲρ κάλλος. οὐδὲν γὰρ ὂν τί κάλλος; ἐράσμιον δὲ ὂν τὸ γεννῶν ἂν εἴη τὸ κάλλος. δύναμις οὖν παντὸς καλοῦ ἄνθος ἐστὶ κάλλους καλλοποιόν: καὶ γὰρ γεννᾷ αὐτὸ καὶ κάλλιον ποιεῖ τῇ παῤ αὑτοῦ περιουσίᾳ τοῦ κάλλους, ὥστε ἀρχὴ κάλλους καὶ πέρας κάλλους. οὖσα δὲ κάλλους ἀρχὴ ἐκεῖνο μὲν καλὸν ποιεῖ, οὗ ἀρχή, καὶ καλὸν ποιεῖ οὐκ ἐν μορφῇ, ἀλλὰ καὶ αὐτὸ τὸ γενόμενον ἄμορφον, ἄλλον δὲ τρόπον ἐν μορφῇ: ἡ γὰρ λεγομένη αὐτὸ τοῦτο μόνον μορφὴ ἐν ἄλλῳ, ἐφ̓ ἑαυτῆς δὲ οὖσα ἄμορφον. τὸ οὖν μετέχον κάλλους μεμόρφωται, οὐ τὸ κάλλος.