Ancient Greek · ~7 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.38
Not analysed yet
ἔστι δὲ οὐδὲ τὸ ἔστιν: οὐδὲν γὰρ οὐδὲ τούτου δεῖται: ἐπεὶ οὐδὲ τὸ ἀγαθός ἐστι κατὰ τούτου, ἀλλὰ καθ̓ οὗ τὸ ἔστι: τὸ δὲ ἔστιν οὐχ ὡς κατ̓ ἄλλου ἄλλο, ἀλλ̓ ὡς σημαῖνον ὃ ἔστι. λέγομεν δὲ τἀγαθὸν περὶ αὐτοῦ λέγοντες οὐκ αὐτὸ οὐδὲ κατηγοροῦντες, ὅτι αὐτῷ ὑπάρχει, ἀλλ̓ ὅτι αὐτό: εἶτα οὐδ̓ ἔστιν ἀγαθὸν λέγειν ἀξιοῦντες οὐδὲ τὸ τὸ προτιθέναι αὐτοῦ, δηλοῦν δὲ οὐ δυνάμενοι, εἴ τις αὐτὸ παντάπασιν ἀφέλοι, ἵνα μὴ ἄλλο, τὸ δ̓ ἄλλο ποιῶμεν, ὡς μὴ δεῖσθαι τοῦ ἔστιν ἔτι, οὕτω λέγομεν τἀγαθόν. ἀλλὰ τίς παραδέξεται φύσιν οὐκ οὖσαν ἐν αἰσθήσει καὶ γνώσει αὑτῆς; τί οὖν γνώσεται ʽἐγὼ εἰμἴ; ἀλλ̓ οὐκ ἔστι. διὰ τί οὖν οὐκ ἐρεῖ τὸ ʽἀγαθὸν εἰμἴ; ἢ πάλιν τὸ ἔστι κατηγορήσει αὑτοῦ. ἀλλὰ τὸ ἀγαθὸν μόνον ἐρεῖ τί προσθείς; ἀγαθὸν μὲν γὰρ νοήσειεν ἄν τις ἄνευ τοῦ ἔστιν, εἰ μὴ κατ̓ ἄλλου κατηγοροῖ: ὁ δὲ αὑτὸν νοῶν ὅτι ἀγαθὸν πάντως νοήσει τὸ ʽἐγὼ εἰμὶ τὸ ἀγαθόν̓: εἰ δὲ μή, ἀγαθὸν μὲν νοήσει, οὐ παρέσται δὲ αὐτῷ τὸ ὅτι αὐτός ἐστι τοῦτο νοεῖν. δεῖ οὖν τὴν νόησιν εἶναι, ὅτι ἀγαθὸν εἰμί. καὶ εἰ μὲν νόησις αὐτὴ τὸ ἀγαθόν, οὐκ αὐτοῦ ἔσται νόησις, ἀλλ̓ ἀγαθοῦ, αὐτός τε οὐκ ἔσται τὸ ἀγαθόν, ἀλλ̓ ἡ νόησις. εἰ δὲ ἑτέρα τοῦ ἀγαθοῦ ἡ νόησις τοῦ ἀγαθοῦ, ἔστιν ἤδη τὸ ἀγαθὸν πρὸ τῆς νοήσεως αὐτοῦ. εἰ δέ ἐστι πρὸ τῆς νοήσεως τὸ ἀγαθόν, αὔταρκες ὂν αὑτῷ εἰς ἀγαθὸν οὐδὲν ἂν δέοιτο τῆς νοήσεως τῆς περὶ αὑτοῦ: ὥστε ᾗ ἀγαθὸν οὐ νοεῖ ἑαυτό, ἀλλὰ ᾗ τί. ἢ οὐδὲν ἄλλο πάρεστιν αὐτῷ, ἀλλ̓ ἁπλῆ τις ἐπιβολὴ αὐτῷ πρὸς αὑτὸ ἔσται.