Ancient Greek · ~6 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΤΟ ΟΝ ΕΝ ΚΑΙ ΤΑΥΤΟΝ ΟΝ ΑΜΑ ΠΑΝΤΑΧΟΥ
Plotinus, Enneades 6.4-4
Not analysed yet
ἰδὲ δέ, εἰ βούλει, καὶ τόνδε τὸν θεόν: οὐ πῇ μὲν εἶναι, πῇ δ̓ οὐκ εἶναί φαμεν. ἔστι γὰρ ἀξιούμενόν τε παρὰ πᾶσι τοῖς ἔννοιαν ἔχουσι θεῶν οὐ μόνον περὶ ἐκείνου, ἀλλὰ καὶ περὶ πάντων λέγειν θεῶν, ὡς πανταχοῦ πάρεισι, καὶ ὁ λόγος δέ φησι δεῖν οὕτω τίθεσθαι. εἰ οὖν πανταχοῦ, οὐχ οἷόν τε μεμερισμένον: οὐ γὰρ ἂν ἔτι πανταχοῦ αὐτὸς εἴη, ἀλλ̓ ἕκαστον αὐτοῦ μέρος τὸ μὲν ὡδί, τὸ δὲ ὡδὶ ἔσται αὐτός τε οὐχ εἷς ἔτι ἔσται, ὥσπερ εἰ τμηθείη τι μέγεθος εἰς πολλά, ἀπολλύμενόν τε ἔσται καὶ τὰ μέρη πάντα οὐκέτι τὸ ὅλον ἐκεῖνο ἔσται: πρὸς τούτοις δὲ καὶ σῶμα ἔσται. εἰ δὴ ταῦτα ἀδύνατα, πάλιν αὖ ἀνεφάνη τὸ ἀπιστούμενον ἐν πάσῃ φύσει ἀνθρώπου ὁμοῦ τῷ θεὸν νομίζειν καὶ πανταχοῦ τὸ αὐτὸ ἅμα ὅλον εἶναι. πάλιν δέ, εἰ ἄπειρον λέγομεν ἐκείνην τὴν φύσιν: οὐ γὰρ δὴ πεπερασμένην: τί ἂν ἄλλο εἴη, ἢ ὅτι οὐκ ἐπιλείψει; εἰ δὲ μὴ ἐπιλείψει, ὅτι πάρεστιν ἑκάστῳ. εἰ γὰρ μὴ δύναται παρεῖναι, ἐπιλείψει τε καὶ ἔσται ὅπου οὔ. καὶ γὰρ εἰ λέγοιμεν ἄλλο μετ̓ αὐτὸ τὸ ἕν, ὁμοῦ αὖ αὐτῷ καὶ τὸ μετ̓ αὐτὸ περὶ ἐκεῖνο καὶ εἰς ἐκεῖνο καὶ αὐτοῦ οἷον γέννημα συναφὲς ἐκείνῳ, ὥστε τὸ μετέχον τοῦ μετ̓ αὐτὸ κἀκείνου μετειληφέναι. πολλῶν γὰρ ὄντων τῶν ἐν τῷ νοητῷ, πρώτων τε καὶ δευτέρων καὶ τρίτων, καὶ οἷον σφαίρας μιᾶς εἰς ἓν κέντρον ἀνημμένων, οὐ διαστήμασι διειλημμένων, ἀλλ̓ ὄντων ὁμοῦ αὑτοῖς ἁπάντων, ὅπου ἂν παρῇ τὰ τρίτα, καὶ τὰ δεύτερα καὶ τὰ πρῶτα πάρεστι.