Ancient Greek · ~9 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΕΚΟΥΣΙΟΥ ΚΑΙ ΘΕΛΗΜΑΤΟΣ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.4-7
Not analysed yet
καίτοι ζητήσειεν ἄν τις, πῶς ποτε τὸ κατ̓ ὄρεξιν γιγνόμενον αὐτεξούσιον ἔσται τῆς ὀρέξεως ἐπὶ τὸ ἔξω ἀγούσης καὶ τὸ ἐνδεὲς ἐχούσης: ἄγεται γὰρ τὸ ὀρεγόμενον, κἂν εἰ πρὸς τὸ ἀγαθὸν ἄγοιτο. καὶ δὴ καὶ περὶ τοῦ νοῦ αὐτοῦ ἀπορητέον, εἰ ὅπερ πέφυκε καὶ ὡς πέφυκεν ἐνεργῶν λέγοιτο ἂν τὸ ἐλεύθερον ἔχειν καὶ τὸ ἐπ’ αὐτῷ, οὐκ ἔχων ἐπ’ αὐτῷ τὸ μὴ ποιεῖν: ἔπειτα, εἰ ὅλως κυρίως λέγοιτο ἐπ’ ἐκείνων τὸ ἐπ’ αὐτοῖς, οἷς πρᾶξις οὐ πάρεστιν. ἀλλὰ καὶ οἷς πρᾶξις, ἡ ἀνάγκη ἔξωθεν: οὐ γὰρ μάτην πράξουσιν. ἀλλ̓ οὖν πῶς τὸ ἐλεύθερον δουλευόντων καὶ τούτων τῇ αὑτῶν φύσει; ἤ, εἰ μὴ ἑτέρῳ ἕπεσθαι ἠνάγκασται, πῶς ἂν τὸ δουλεύειν λέγοιτο; πῶς δὲ πρὸς τὸ ἀγαθόν τι φερόμενον ἠναγκασμένον ἂν εἴη ἑκουσίου τῆς ἐφέσεως οὔσης, εἰ εἰδὼς ὅτι ἀγαθὸν ὡς ἐπ’ ἀγαθὸν ἴοι; τὸ γὰρ ἀκούσιον ἀπαγωγὴ ἀπὸ τοῦ ἀγαθοῦ καὶ πρὸς τὸ ἠναγκασμένον, εἰ πρὸς τοῦτο φέροιτο, ὃ μὴ ἀγαθὸν αὐτῷ, καὶ δουλεύει τοῦτο, ὃ μὴ κύριόν ἐστιν ἐπὶ τὸ ἀγαθὸν ἐλθεῖν, ἀλλ̓ ἑτέρου κρείττονος ἐφεστηκότος ἀπάγεται των αὑτοῦ ἀγαθῶν δουλεῦον ἐκείνῳ. διὰ τοῦτο γὰρ καὶ δουλεία ψέγεται οὐχ οὗ τις οὐκ ἔχει ἐξουσίαν ἐπὶ τὸ κακὸν ἐλθεῖν, ἀλλ̓ οὗ ἐπὶ τὸ ἀγαθὸν τὸ ἑαυτοῦ ἀγόμενος πρὸς τὸ ἀγαθὸν τὸ ἄλλου. τὸ δὲ καὶ δουλεύειν λέγειν τῇ αὑτοῦ φύσει δύο ποιοῦντός ἐστι τό τε δουλεῦον καὶ τὸ ᾧ. φύσις δὲ ἁπλῆ καὶ ἐνέργεια μία καὶ οὐδὲ τὸ δυνάμει ἔχουσα ἄλλο, ἄλλο δὲ τὸ ἐνεργείᾳ, πῶς οὐκ ἐλευθέρα; οὐδὲ γὰρ ὡς πέφυκε λέγοιτο ἂν ἐνεργεῖν ἄλλης οὔσης τῆς οὐσίας, τῆς δὲ ἐνεργείας ἄλλης, εἴπερ τὸ αὐτὸ τὸ εἶναι ἐκεῖ καὶ τὸ ἐνεργεῖν. εἰ οὖν οὔτε δἰ ἕτερον οὔτε ἐφ̓ ἑτέρῳ, πῶς οὐκ ἐλευθέρα; καὶ εἰ μὴ τὸ ἐπ’ αὐτῷ ἁρμόσει, ἀλλὰ μεῖζον ἐνταῦθα τοῦ ἐπ’ αὐτῷ καὶ οὕτως ἐπ’ αὐτῷ, ὅτι μὴ ἐφ̓ ἑτέρῳ μηδ̓ ἄλλο τῆς ἐνεργείας κύριον: οὐδὲ γὰρ τῆς οὐσίας, εἴπερ ἀρχή. καὶ εἰ ἄλλην δὲ ὁ νοῦς ἀρχὴν ἔχει, ἀλλ̓ οὐκ ἔξω αὑτοῦ, ἀλλ̓ ἐν τῷ ἀγαθῷ. καὶ εἰ κατ̓ ἐκεῖνο τὸ ἀγαθόν, πολὺ μᾶλλον ἐπ’ αὐτῷ καὶ τὸ ἐλεύθερον: ἐπεὶ καὶ τὸ ἐλεύθερον καὶ τὸ ἐπ’ αὐτῷ τις ζητεῖ τοῦ ἀγαθοῦ χάριν. εἰ οὖν κατὰ τὸ ἀγαθὸν ἐνεργεῖ, μᾶλλον ἂν τὸ ἐπ’ αὐτῷ: ἤδη γὰρ ἔχει τὸ πρὸς αὐτὸ ἐξ αὐτοῦ ὁρμώμενον καὶ ἐν αὑτῷ, εἴπερ πρὸς αὐτό, ὃ ἄμεινον ἂν εἴη αὐτῷ.