Ancient Greek · ~9 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.41
Not analysed yet
κινδυνεύει γὰρ βοήθεια τὸ νοεῖν δεδόσθαι ταῖς φύσεσι ταῖς θειοτέραις μέν, ἐλάττοσι δὲ οὔσαις, καὶ οἷον αὐταῖς τυφλαῖς οὔσαις ὄμμα. ὁ δ̓ ὀφθαλμὸς τί ἂν δέοιτο τὸ ὂν ὁρᾶν φῶς αὐτὸς ὤν; ὃ δ̓ ἂν δέηται δἰ ὀφθαλμοῦ, σκότον ἔχον παῤ αὑτῷ φῶς ζητεῖ. εἰ οὖν φῶς τὸ νοεῖν, τὸ δὲ φῶς φῶς οὐ ζητεῖ, οὐκ ἂν ἐκείνη ἡ αὐγὴ φῶς μὴ ζητοῦσα ζητήσειε νοεῖν, οὐδὲ προσθήσει αὑτῇ τὸ νοεῖν. τί γὰρ καὶ ποιήσει, ἢ τί προσθήσει δεόμενος καὶ αὐτὸς ὁ νοῦς, ἵνα νοῇ; οὐκ αἰσθάνεται οὖν ἑαυτοῦ —οὐ γὰρ δεῖται: οὐδ̓ ἐστὶ δύο, μᾶλλον δὲ πλείω, αὐτός, ἡ νόησις —οὐ γὰρ δὴ ἡ νόησις αὐτός —δεῖ δὲ τρίτον καὶ τὸ νοούμενον εἶναι. εἰ δὲ ταὐτὸν νοῦς, νόησις, νοητόν, πάντη ἓν γενόμενα ἀφανιεῖ αὑτὰ ἐν αὑτοῖς: διακριθέντα δὲ τῷ ἄλλο πάλιν αὖ οὐκ ἐκεῖνο ἔσται. ἐατέον οὖν τὰ ἄλλα πάντη ἐπὶ φύσεως ἀρίστης οὐδεμιᾶς ἐπικουρίας δεομένης: ὃ γὰρ ἂν προσθῇς, ἠλάττωσας τῇ προσθήκῃ τὴν οὐδενὸς δεομένην. ἡμῖν μὲν γὰρ ἦν ἡ νόησις καλόν, ὅτι ψυχὴ δεῖται νοῦν ἔχειν, καὶ νῷ, ὅτι τὸ εἶναι αὐτῷ ταὐτόν, καὶ ἡ νόησις πεποίηκεν αὐτόν: συνεῖναι οὖν δεῖ τῇ νοήσει τοῦτον καὶ σύνεσιν αὑτοῦ λαμβάνειν ἀεί, ὅτι τοῦτο τοῦτο, ὅτι τὰ δύο ἕν: εἰ δὲ ἓν ἦν μόνον, ἤρκεσεν ἂν αὑτῷ καὶ οὐκ ἂν ἐδεήθη λαβεῖν. ἐπεὶ καὶ τὸ γνῶθι σαυτὸν λέγεται τούτοις, οἳ διὰ τὸ πλῆθος ἑαυτῶν ἔργον ἔχουσι διαριθμεῖν ἑαυτοὺς καὶ μαθεῖν, ὅσα καὶ ποῖα ὄντες οὐ πάντα ἴσασιν ἢ οὐδέν, οὐδ̓ ὅ τι ἄρχει οὐδὲ κατὰ τί αὐτοί. εἰ δέ τί ἐστιν αὐτῷ, μειζόνως ἐστὶν ἢ κατὰ γνῶσιν καὶ νόησιν καὶ συναίσθησιν αὐτοῦ: ἐπεὶ οὐδὲ ἑαυτῷ οὐδέν ἐστιν. οὐδὲν γὰρ εἰσάγει εἰς αὑτό, ἀλλὰ ἀρκεῖ αὑτῷ. οὐ τοίνυν οὐδ̓ ἀγαθὸν. αὑτῷ, ἀλλὰ τοῖς ἄλλοις: ταῦτα γὰρ καὶ δεῖται αὐτοῦ, αὐτὸ δὲ οὐκ ἂν δέοιτο ἑαυτοῦ: γελοῖον γάρ: οὕτω γὰρ ἂν καὶ ἐνδεὲς ἦν αὑτοῦ. οὐδὲ βλέπει δὴ ἑαυτό: δεῖ γάρ τι εἶναι καὶ γίνεσθαι αὐτῷ ἐκ τοῦ βλέπειν. τούτων γὰρ ἁπάντων παρακεχώρηκε τοῖς μετ̓ αὐτὸ καὶ κινδυνεύει μηδὲν τῶν προσόντων τοῖς ἄλλοις ἐκείνῳ παρεῖναι, ὥσπερ οὐδὲ οὐσία. οὐ τοίνυν οὐδὲ τὸ νοεῖν, εἴπερ ἐνταῦθα ἡ οὐσία, καὶ ὁμοῦ ἄμφω ἡ νόησις ἡ πρώτη καὶ κυρίως καὶ τὸ εἶναι. διὸ οὔτε λόγος οὔτε αἴσθησις οὔτε ἐπιστήμη, ὅτι μηδὲν ἔστι κατηγορεῖν αὐτοῦ ὡς παρόν.