Ancient Greek · ~5 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 6.6-2
Not analysed yet
ἀλλ̓ ἆρα οὐκ ἔξωθεν μὲν ἔχει τῆς ἑαυτῆς οὐσίας, ἵνα ἡ μὲν κατὰ τὸ εἶναι ᾖ, ἡ δὲ κατὰ τὸ τοιόνδε εἶναι; ἀλλ̓ εἰ κατὰ τὸ τοιόνδε εἶναι καὶ ἔξωθεν τὸ τοιόνδε, οὐ τὸ ὅλον καθ̓ ὃ ψυχὴ ἔσται οὐσία, ἀλλὰ κατά τι, καὶ μέρος αὐτῆς οὐσία, ἀλλ̓ οὐ τὸ ὅλον οὐσία. ἔπειτα τὸ εἶναι αὐτῇ τί ἔσται ἄνευ τῶν ἄλλων; ἢ λίθος; ἢ δεῖ τοῦτο εἶναι αὐτῆς ἐν τῷ εἶναι οἷον πηγὴν καὶ ἀρχήν, μᾶλλον δὲ πάντα, ὅσα αὐτή: καὶ ζωὴν τοίνυν καὶ συνάμφω ἕν. ἆῤ οὖν οὕτως ἕν, ὡς ἕνα λόγον; ἢ τὸ ὑποκείμενον ἕν: οὕτω δὲ ἕν, ὡς αὖ δύο ἢ καὶ πλείω, ὅσα ἐστὶν ἡ ψυχὴ τὰ πρῶτα: ἢ οὖν οὐσία καὶ ζωή, ἢ ἔχει ζωήν. ἀλλ̓ εἰ ἔχει, τὸ ἔχον καθ̓ αὑτὸ οὐκ ἐν ζωῇ, ἥ τε ζωὴ οὐκ ἐν οὐσίᾳ. ἀλλ̓ εἰ μὴ ἔχει θάτερον τὸ ἕτερον, λεκτέον ἓν ἄμφω. ἢ ἓν καὶ πολλὰ καὶ τοσαῦτα, ὅσα ἐμφαίνεται ἐν τῷ ἑνί, καὶ ἓν ἑαυτῷ, πρὸς δὲ τὰ ἄλλα πολλά, καὶ ἓν μὲν ὄν, ποιοῦν δὲ ἑαυτὸ ἐν τῇ οἷον κινήσει πολλά, καὶ ὅλον ἕν, οἷον δὲ θεωρεῖν ἐπιχειροῦν ἑαυτὸ πολλά: ὥσπερ γὰρ οὐκ ἀνέχεται ἑαυτοῦ τὸ ὂν ἓν εἶναι πάντα δυνάμενον, ὅσα ἐστίν. ἡ δὲ θεωρία αἰτία τοῦ φανῆναι αὐτὸ πολλά, ἵνα νοήσῃ: ἐὰν γὰρ ἓν φανῇ, οὐκ ἐνόησεν, ἀλλ̓ ἔστιν ἤδη ἐκεῖνο.