Ancient Greek · ~10 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΕΚΟΥΣΙΟΥ ΚΑΙ ΘΕΛΗΜΑΤΟΣ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.6-8
Not analysed yet
πῶς οὖν εἰς βούλησιν πρότερον ἀνήγομεν τοῦτο λέγοντες ʽὃ παρὰ τὸ βουληθῆναι γένοιτο ἄν̓; ἢ κἀκεῖ ἐλέγετο ʽἢ μὴ γένοιτὀ. εἰ οὖν τά τε νῦν ὀρθῶς λέγεται, ἐκεῖνά τε τούτοις συμφώνως ἕξει, φήσομεν τὴν μὲν ἀρετὴν καὶ τὸν νοῦν κύρια εἶναι καὶ εἰς ταῦτα χρῆναι ἀνάγειν τὸ ἐφ̓ ἡμῖν καὶ τὸ ἐλεύθερον: ἀδέσποτα δὲ ὄντα ταῦτα τὸν μὲν ἐφ̓ αὑτοῦ εἶναι, τὴν δὲ ἀρετὴν βούλεσθαι μὲν ἐφ̓ ἑαυτῆς εἶναι ἐφεστῶσαν τῇ ψυχῇ, ὥστε εἶναι ἀγαθήν, καὶ μέχρι τούτου αὐτήν τε ἐλευθέραν καὶ τὴν ψυχὴν ἐλευθέραν παρασχέσθαι: προσπιπτόντων δὲ τῶν ἀναγκαίων παθημάτων τε καὶ πράξεων ἐφεστῶσαν ταῦτα μὲν μὴ βεβουλεῦσθαι γενέσθαι, ὅμως γε μὴν καὶ ἐν τούτοις διασώσειν τὸ ἐφ̓ αὑτῇ εἰς αὑτὴν καὶ ἐνταῦθα ἀναφέρουσαν: οὐ γὰρ τοῖς πράγμασιν ἐφέψεσθαι, οἷον σώζουσαν τὸν κινδυνεύοντα, ἀλλ̓ εἰ δοκοῖ αὐτῇ, καὶ προιεμένην τοῦτον καὶ τὸ ζῆν κελεύουσαν προίεσθαι καὶ χρήματα καὶ τέκνα καὶ αὐτὴν πατρίδα, σκοπὸν τὸ καλὸν αὑτῆς ἔχουσαν, ἀλλ̓ οὐ τὸ εἶναι τῶν ὑπ’ αὐτήν: ὥστε καὶ τὸ ἐν ταῖς πράξεσιν αὐτεξούσιον καὶ τὸ ἐφ̓ ἡμῖν οὐκ εἰς τὸ πράττειν ἀνάγεσθαι οὐδ̓ εἰς τὴν ἔξω, ἀλλ̓ εἰς τὴν ἐντὸς ἐνέργειαν καὶ νόησιν καὶ θεωρίαν αὐτῆς τῆς ἀρετῆς. δεῖ δὲ τὴν ἀρετὴν ταύτην νοῦν τινα λέγειν εἶναι οὐ συναριθμοῦντα τὰ πάθη τὰ δουλωθέντα ἢ μετρηθέντα τῷ λόγῳ: ταῦτα γὰρ ἔοικέ, φησιν, ἐγγύς τι τείνειν τοῦ σώματος ἔθεσι καὶ ἀσκήσεσι κατορθωθέντα: ὥστε εἶναι σαφέστερον, ὡς τὸ ἄυλόν ἐστι τὸ ἐλεύθερον καὶ εἰς τοῦτο ἡ ἀναγωγὴ τοῦ ἐφ̓ ἡμῖν καὶ αὕτη ἡ βούλησις ἡ κυρία καὶ ἐφ̓ ἑαυτῆς οὖσα, καὶ εἴ τι ἐπιτάξειε πρὸς τὰ ἔξω ἐξ ἀνάγκης. ὅσα οὖν ἐκ ταύτης καὶ διὰ ταύτην, ἐφ̓ ἡμῖν, ἔξω τε καὶ ἐφ̓ αὑτῆς, ὃ αὐτὴ βούλεται καὶ ἐνεργεῖ ἀνεμποδίστως, τοῦτο καὶ πρῶτον ἐφ̓ ἡμῖν. ὁ δὲ θεωρητικὸς νοῦς καὶ πρῶτος οὕτω τὸ ἐφ̓ αὑτῷ, ὅτι τὸ ἔργον αὐτοῦ μηδαμῶς ἐπ’ ἄλλῳ, ἀλλὰ πᾶς ἐπέστραπται πρὸς αὑτὸν καὶ τὸ ἔργον αὐτοῦ αὐτὸς καὶ ἐν τῷ ἀγαθῷ κείμενος ἀνενδεὴς καὶ πλήρης ὑπάρχων καὶ οἷον κατὰ βούλησιν ζῶν: ἡ δὲ βούλησις ἡ νόησις, βούλησις δ̓ ἐλέχθη, ὅτι κατὰ νοῦν: καὶ γὰρ λεγομένη βούλησις τὸ κατὰ νοῦν μιμεῖται. ἡ γὰρ βούλησις θέλει τὸ ἀγαθόν: τὸ δὲ νοεῖν ἀληθῶς ἐστιν ἐν τῷ ἀγαθῷ. ἔχει οὖν ἐκεῖνος, ὅπερ ἡ βούλησις θέλει καὶ οὗ τυχοῦσα ἂν ταύτῃ νόησις γίνεται. εἰ οὖν βουλήσει τοῦ ἀγαθοῦ ἐτίθεμεν τὸ ἐφ̓ ἡμῖν, τὸ ἤδη ἐν ᾧ θέλει ἡ βούλησις εἶναι ἱδρυμένον πῶς οὐ τὸ ἐφ̓ αὑτῷ ἔχει; ἢ μεῖζον εἶναι θετέον, εἰ μή τις ἐθέλοι εἰς τοῦτο ἀναβαίνειν, τὸ ἐφ̓ αὑτῷ.