Ancient Greek · ~14 min
Book 6, ΠΕΡΙ ΤΑΓΑΘΟΥ Η ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.6.1
Not analysed yet
πῶς οὖν λέγομεν ἕν, καὶ πῶς τῇ νοήσει ἐφαρμοστέον; ἢ πλειόνως τιθέμενον ἕν, ἢ ὡς μονὰς καὶ σημεῖον ἑνίζεται: ἐνταῦθα μὲν γὰρ μέγεθος ἡ ψυχὴ ἀφελοῦσα καὶ ἀριθμοῦ πλῆθος καταλήγει εἰς τὸ σμικρότατον καὶ ἐπερείδεταί τινι ἀμερεῖ μέν, ἀλλὰ ὃ ἦν ἐν μεριστῷ καὶ ὃ ἔστιν ἐν ἄλλῳ: τὸ δὲ οὕτε ἐν ἄλλῳ οὔτε ἐν μεριστῷ οὔτε οὕτως ἀμερές, ὡς τὸ σμικρότατον: μέγιστον γὰρ ἁπάντων οὐ μεγέθει, ἀλλὰ δυνάμει, ὥστε καὶ τὸ ἀμέγεθες δυνάμει: ἐπεὶ καὶ τὰ μετ̓ αὐτὸ ὄντα ταῖς δυνάμεσιν ἀμέριστα καὶ ἀμερῆ, οὐ τοῖς ὄγκοις. ληπτέον δὲ καὶ ἄπειρον αὐτὸ οὐ τῷ ἀδιεξιτήτῳ ἢ τοῦ μεγέθους ἢ τοῦ ἀριθμοῦ, ἀλλὰ τῷ ἀπεριλήπτῳ τῆς δυνάμεως. ὅταν γὰρ αὐτὸ νοήσῃς οἷον νοῦν ἢ θεόν, πλέον ἐστί: καὶ αὖ ὅταν αὐτὸ ἑνίσῃς τῇ διανοίᾳ, καὶ ἐνταῦθα πλέον ἐστὶν ἢ θεός, ἂν αὐτὸν φαντασθῇς ἑνικώτερον τῆς σῆς νοήσεως εἶναι: ἐφ̓ ἑαυτοῦ γάρ ἐστιν οὐδενὸς αὐτῷ συμβεβηκότος. τῷ αὐτάρκει δ̓ ἄν τις καὶ τὸ ἓν αὐτοῦ ἐννοηθείη. δεῖ μὲν γὰρ ἱκανώτατον ἁπάντων καὶ αὐταρκέστατον καὶ ἀνενδεέστατον εἶναι: πᾶν δὲ πολὺ καὶ μὴ ἓν ἐνδεὲς ἐκ πολλῶν γενόμενον. δεῖται οὖν αὐτοῦ ἡ οὐσία ἓν εἶναι: τὸ δὲ οὐ δεῖται ἑαυτοῦ: αὐτὸ γάρ ἐστι. καὶ μὴν πολλὰ ὂν τοσούτων δεῖται, ὅσα ἔστι, καὶ ἕκαστον τῶν ἐν αὐτῷ μετὰ τῶν ἄλλων ὂν καὶ οὐκ ἐφ̓ ἑαυτοῦ ἐνδεὲς τῶν ἄλλων ὑπάρχον καὶ καθ̓ ἓν καὶ κατὰ τὸ ὅλον τὸ τοιοῦτον ἐνδεὲς παρέχεται. εἴπερ οὖν δεῖ τι αὐταρκέστατον εἶναι, τὸ ἓν εἶναι δεῖ τοιοῦτον ὂν μόνον, οἷον μήτε πρὸς αὑτὸ μήτε πρὸς ἄλλο ἐνδεὲς εἶναι. οὐ γάρ τι ζητεῖ, ἵνα ᾖ, οὐδ̓ ἵνα εὖ ᾖ, οὐδὲ ἵνα ἐκεῖ ἱδρυθῇ: τοῖς μὲν γὰρ ἄλλοις αἴτιον ὂν οὐ παῤ ἄλλων ἔχει ὃ ἔστι, τό τε εὖ τί ἂν εἴη αὐτῷ ἔξω αὐτοῦ; ὥστε οὐ κατὰ συμβεβηκὸς αὐτῷ τὸ εὖ: αὐτὸ γάρ ἐστι: τόπος τε οὐδεὶς αὐτῷ: οὐ γὰρ δεῖται ἱδρύσεως ὥσπερ αὑτὸ φέρειν οὐ δυνάμενον, τό τε ἱδρυθησόμενον ἄψυχον καὶ ὄγκος πίπτων, ἐὰν μήπω ἱδρυθῇ. ἵδρυται δὲ καὶ τὰ ἄλλα διὰ τοῦτο, δἰ ὃ ὑπέστη ἅμα καὶ ἔσχεν εἰς ὃν ἐτάχθη τόπον. ἐνδεὲς δὲ καὶ τὸ τόπον ζητοῦν: ἀρχὴ δὲ οὐκ ἐνδεὲς τῶν μετ̓ αὐτό: ἡ δ̓ ἁπάντων ἀρχὴ ἀνενδεὲς ἁπάντων: ὅ τι γὰρ ἐνδεές, ἐφιέμενον ἀρχῆς ἐνδεές. εἰ δὲ τὸ ἓν ἐνδεές τοῦτο ζητεῖ δηλονότι τὸ μὴ εἶναι ἕν. ὥστε ἐνδεὲς ἔσται τοῦ φθεροῦντος. πᾶν δ̓ ὃ ἂν λέγηται ἐνδεὲς τοῦ εὖ, καὶ τοῦ σώζοντός ἐστιν ἐνδεές: ὥστε τῷ ἑνὶ οὐδὲν ἀγαθόν ἐστιν. οὐδὲ βούλησις τοίνυν οὐδενός: ἀλλ̓ ἔστιν ὑπεράγαθον καὶ αὐτὸ οὐχ ἑαυτῷ, τοῖς δ̓ ἄλλοις ἀγαθόν, εἴ τι αὐτοῦ δύναται μεταλαμβάνειν: οὐδὲ νόησις, ἵνα μὴ ἑτερότης: οὐδὲ κίνησις: πρὸ γὰρ κινήσεως καὶ πρὸ νοήσεως: τί γὰρ καὶ νοήσει; ἑαυτόν. πρὸ νοήσεως τοίνυν ἀγνοῶν ἔσται, καὶ νοήσεως δεήσεται, ἵνα γνῷ ἑαυτὸν ὁ αὐτάρκης ἑαυτῷ. οὐ τοίνυν, ὅτι μὴ γινώσκει μηδὲ νοεῖ ἑαυτόν, ἄγνοια περὶ αὐτὸν ἔσται: ἡ γὰρ ἄγνοια ἑτέρου ὄντος γένεται, ὅταν θάτερον ἀγνοῇ θάτερον: τὸ δὲ μόνον οὔτε γινώσκει, οὔτε ἔχει ὃ ἀγνοεῖ, ἓν δὲ ὂν συνὸν αὑτῷ οὐ δεῖται νοήσεως ἑαυτοῦ. ἐπεὶ οὐδὲ τὸ συνεῖναι δεῖ προσάπτειν, ἵνα τηρῇς τὸ ἕν, ἀλλὰ καὶ τὸ νοεῖν καὶ τὸ συνεῖναι ἀφαιρεῖν καὶ ἑαυτοῦ νόησιν καὶ τῶν ἄλλων: οὐ γὰρ κατὰ τὸ νοοῦν δεῖ τάττειν αὐτό, ἀλλὰ μᾶλλον κατὰ τὴν νόησιν. νόησις δὲ οὐ νοεῖ, ἀλλ̓ αἰτία τοῦ νοεῖν: ἄλλῳ: τὸ δὲ αἴτιον οὐ ταὐτὸν τῷ αἰτιατῷ. τὸ δὴ πάντων αἴτιον οὐδέν ἐστιν ἐκείνων. οὐ τοίνυν οὐδὲ ἀγαθὸν λεκτέον τοῦτο, ὃ παρέχει, ἀλλὰ ἄλλως τἀγαθὸν ὑπὲρ τὰ ἄλλα ἀγαθά.