Ancient Greek · ~4 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΤΟ ΟΝ ΕΝ ΚΑΙ ΤΑΥΤΟΝ ΟΝ ΑΜΑ ΠΑΝΤΑΧΟΥ
Plotinus, Enneades 6.7-4
Not analysed yet
ἀνάγεται γὰρ καὶ τὸ ἡμέτερον καὶ ἡμεῖς εἰς τὸ ὄν, καὶ ἀναβαίνομέν τε εἰς ἐκεῖνο καὶ τὸ πρῶτον ἀπ̓ ἐκείνου, καὶ νοοῦμεν ἐκεῖνα οὐκ εἴδωλα αὐτῶν οὐδὲ τύπους ἔχοντες. εἰ δὲ μὴ τοῦτο, ὄντες ἐκεῖνα. εἰ οὖν ἀληθινῆς ἐπιστήμης μετέχομεν, ἐκεῖνα ἐσμὲν οὐκ ἀπολαβόντες αὐτὰ ἐν ἡμῖν, ἀλλ̓ ἡμεῖς ἐν ἐκείνοις ὄντες. ὄντων δὲ καὶ τῶν ἄλλων, οὐ μόνον ἡμῶν, ἐκεῖνα, πάντες ἐσμὲν ἐκεῖνα. ὁμοῦ ἄρα ὄντες μετὰ πάντων ἐσμὲν ἐκεῖνα: πάντα ἄρα ἐσμὲν ἕν. ἔξω μὲν οὖν ὁρῶντες ἢ ὅθεν ἐξήμμεθα ἀγνοοῦμεν ἓν ὄντες, οἷον πρόσωπα πολλὰ εἰς τὸ ἔξω κορυφὴν ἔχοντα εἰς τὸ εἴσω μίαν. εἰ δέ τις ἐπιστραφῆναι δύναιτο ἢ παῤ αὑτοῦ ἢ τῆς Ἀθηνᾶς αὐτῆς εὐτυχήσας τῆς ἕλξεως, θεόν τε καὶ αὑτὸν καὶ τὸ πᾶν, ὄψεται: ὄψεται δὲ τὰ μὲν πρῶτα οὐχ ὡς τὸ πᾶν, εἶτ̓ οὐκ ἔχων ὅπῃ αὑτὸν στήσας ὁριεῖται, μέχρι τίνος αὐτός ἐστιν, ἀφεὶς περιγράφειν ἀπὸ τοῦ ὄντος ἅπαντος αὑτὸν εἰς ἅπαν τὸ πᾶν ἥξει προελθὼν οὐδαμοῦ, ἀλλ̓ αὐτοῦ μείνας, οὗ ἵδρυται τὸ πᾶν.